Comparison
1 Samuel 10
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Samuel took a little vial of oil and poured it upon his head, and kissed him, and said: Behold, the Lord hath anointed thee to be prince over his inheritance, and thou shalt deliver his people out of the hands of their enemies, that are round about them. And this shall be a sign unto thee, that God hath anointed thee to be prince. | Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· |
| 2 | When thou shalt depart from me this day, thou shalt find two men by the sepulchre of Rachel in the borders of Benjamin to the south, and they shall say to thee: The asses are found which thou wentest to seek: and thy father thinking no more of the asses is concerned for you, and saith: What shall I do for my son? | Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; |
| 3 | And when thou shalt depart from thence, and go farther on, and shalt come to the oak of Thabor, there shall meet thee three men going up to God to Bethel, one carrying three kids, and another three loaves of bread, and another carrying a bottle of wine. | Καὶ ἀπελεύσῃ ἐκεῖθε καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθὴλ, ἕνα αἴροντα τρία αἰγίδια, καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων, καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου· |
| 4 | And they will salute thee, and will give thee two loaves, and thou shalt take them at their hand. | Καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λὴψῃ ἐκ τῆς χειρὸς αὐτῶν. |
| 5 | After that thou shalt come to the hill of God, where the garrison of the Philistines is: and when thou shalt be come there into the city, thou shalt meet a company of prophets coming down from the high place, with a psaltery and a timbrel, and a pipe, and a harp before them, and they shall be prophesying. | Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες· |
| 6 | And the spirit of the Lord shall come upon thee, and thou shalt prophesy with them, and shalt be changed into another man. | Καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετʼ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. |
| 7 | When therefore these signs shall happen to thee, do whatsoever thy hand shall find, for the Lord is with thee. | Καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σὲ, ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ. |
| 8 | And thou shalt go down before me to Galgal, (for I will come down to thee,) that thou mayest offer an oblation, and sacrifice victims of peace: seven days shalt thou wait, O till I come to thee, and I will shew thee what thou art to do. | Καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγὰλ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ γνωρίσω σοι ἃ ποιήσεις. |
| 9 | So when he had turned his back to go from Samuel, God gave unto him another heart, and all these things came to pass that day. | Καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουὴλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
| 10 | And they came to the foresaid hill, and behold a company of prophets met him: and the spirit of the Lord came upon him, and he prophesied in the midst of them. | Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. |
| 11 | And all that had known him yesterday and the day before, seeing that he was with the prophets, and prophesied, said to each other: What is this that hath happened to the son of Cis? Is Saul also among the prophets? | Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἢ καὶ Σαοὺλ ἐν προφήταις; |
| 12 | And one answered another, saying: And who is their father? therefore it became a proverb: Is Saul also among the prophets? | Καὶ ἀπεκρίθη τίς αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἢ καὶ Σαοὺλ ἐν προφήταις; |
| 13 | And when he had made an end of prophesying, he came to the high place. | Καὶ συνετέλεσε προφητεύων, καὶ ἔρχεται εἰς τὸν βουνόν. |
| 14 | And Saul’s uncle said to him, and to his servant: Whither went you? They answered: To seek the asses: and not finding them we went to Samuel. | Καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ, ποῦ ἐπορεύθητε; καὶ εἶπαν, ζητεῖν τὰς ὄνους, καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. |
| 15 | And his uncle said to him: Tell me what Samuel said to thee. | Καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαοὺλ, ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ; |
| 16 | And Saul said to his uncle: He told us that the asses were found. But of the matter of the kingdom of which Samuel had spoken to him, he told him not. | Καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ, ἀπήγγειλεν ἀπαγγέλλων μοι, ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. |
| 17 | And Samuel called together the people to the Lord in Maspha: | Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφάθ. |
| 18 | And he said to the children of Israel: Thus saith the Lord the God of Israel: I brought up Israel out of Egypt, and delivered you from the hand of the Egyptians, and from the hand of all the kings who afflicted you. | Καὶ εἶπε πρὸς υἱοὺς Ἰσραὴλ, τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς. |
| 19 | But you this day have rejected your God, who only hath saved you out of all your evils and your tribulations: and you have said: Nay: but set a king over us. Now therefore stand before the Lord by your tribes, and by your families. | Καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν· καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλέα καταστήσεις ἐφʼ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. |
| 20 | And Samuel brought to him all the tribes of Israel, and the lot fell on the tribe of Benjamin. | Καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραὴλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν. |
| 21 | And he brought the tribe of Benjamin and the kindreds thereof, and the lot fell Upon the kindred of Metri, and it came to Saul the son of Cis. They sought him therefore and he was not found. | Καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς· καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. |
| 22 | And after this they consulted the Lord whether he would come thither. And the Lord answered: Behold he is hidden at home. | Καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ, εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος, ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι. |
| 23 | And they ran and fetched him thence: and he stood in the midst of the people, and he was higher than any of the people from the shoulders and upward. | Καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω. |
| 24 | And Samuel said to all the people: Surely you see him whom the Lord hath chosen, that there is none like him among all the people. And all the people cried and said: God save the king. | Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαὸν, εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς. |
| 25 | And Samuel told the people the law of the kingdom, and wrote it in a book, and laid it up before the Lord: and Samuel sent away all the people, every one to his own house. | Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ, καὶ ἔθηκεν ἐνώπιον Κυρίου· καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. |
| 26 | Saul also departed to his own house in Gabaa: and there went with him a part of the army, whose hearts God had touched. | Καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ. |
| 27 | But the children of Belial said: Shall this fellow be able to save us? And they despised him, and brought him no presents, but he dissembled as though he heard not. | Καὶ υἱοὶ λοιμοὶ εἶπαν, τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα. |
