Aller au contenu
FIDES VIVA
Comparaison

Lévitique 5

Crampon et Septante (édition sixtine, 1587), verset par verset.

Lévitique 5 : Crampon et Septante (édition sixtine, 1587)
CramponSeptante (édition sixtine, 1587)
1Si quelqu’un pèche en ce que, après avoir entendu l’adjuration du juge, en sa qualité de témoin, il ne déclare pas ce qu’il a vu, ou ce qu’il sait, il portera son iniquité.Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.
2Si quelqu’un, sans s’en apercevoir, touche une chose impure, soit le cadavre d’une bête sauvage impure, soit le cadavre d’un animal domestique impur, soit le cadavre d’un reptile impur, et qu’il se trouve ainsi lui-même impur, il aura contracté une faute ;Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων,
3de même si, sans y prendre garde, il touche une impureté humaine quelconque par laquelle on puisse être souillé, et qu’il s’en aperçoive plus tard, il aura contracté une faute.ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ.
4Si quelqu’un, parlant à la légère, jure de faire du mal ou du bien, quoi que ce soit qu’il affirme ainsi par un serment inconsidéré, et que, ne l’ayant pas remarqué d’abord, il s’en aperçoive plus tard, il aura en l’une de ces choses contracté une faute.Ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθʼ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων.
5Celui donc qui se sera rendu coupable dans l’une de ces trois choses, confessera ce en quoi il a péché.Καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατʼ αὐτῆς.
6Il amènera à Yahweh, comme expiation, pour le péché qu’il a commis, une femelle de menu bétail, brebis ou chèvre, en sacrifice pour le péché, et le prêtre fera pour lui l’expiation de son péché.Καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
7S’il n’a pas le moyen de se procurer une brebis ou une chèvre, il offrira à Yahweh, comme expiation pour son péché, deux tourterelles ou deux jeunes pigeons, l’un comme sacrifice pour le péché, l’autre comme holocauste.Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα.
8Il les apportera au prêtre, qui sacrifiera en premier lieu la victime pour le péché. Le prêtre lui brisera la tête près de la nuque, sans la détacher ;Καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα· καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ.
9il fera l’aspersion du sang de la victime pour le péché contre la paroi de l’autel et le reste du sang sera exprimé au pied de l’autel ; c’est un sacrifice pour le péché.Καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου· τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι·
10Il fera de l’autre oiseau un holocauste, d’après les rites de ce sacrifice. C’est ainsi que le prêtre fera pour cet homme l’expiation du péché qu’il a commis, et il lui sera pardonné.Καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.
11S’il n’a pas de quoi se procurer deux tourterelles ou deux jeunes pigeons, il apportera en offrande pour son péché un dixième d’épha de fleur de farine comme sacrifice pour le péché ; il ne mettra point d’huile dessus, et il n’y ajoutera point d’encens, car c’est un sacrifice pour le péché.Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νοσσούς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί.
12Il l’apportera au prêtre, et le prêtre en prendra une poignée en souvenir et la fera fumer sur l’autel, sur les sacrifices faits par le feu à Yahweh ; c’est un sacrifice pour le péché.Καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα· καὶ δραξάμενος ὁ ἱερεὺς ἀπʼ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί.
13C’est ainsi que le prêtre fera l’expiation pour cet homme, pour le péché qu’il a commis à l’égard de l’une de ces trois choses, et il lui sera pardonné. Ce qui restera appartiendra au prêtre, comme dans l’oblation. »Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφʼ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.
14Yahweh parla à Moïse, en disant :Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
15« Si quelqu’un commet une infidélité et pèche par erreur en retenant quelque chose des saintes offrandes de Yahweh il amènera à Yahweh en sacrifice de réparation, un bélier sans défaut, pris du troupeau, estimé par toi en sicles d’argent, selon le sicle du sanctuaire ; ce sera un sacrifice de réparation.ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε.
16Et ce dont il a fait tort au sanctuaire, il le restituera, avec un cinquième en plus, et il le donnera au prêtre. Et le prêtre fera pour lui l’expiation avec le bélier offert en sacrifice de réparation, et il lui sera pardonné.Καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπʼ αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.
17Si quelqu’un pèche en faisant sans le savoir une de toutes les choses que Yahweh a défendu de faire, il sera coupable et portera son iniquité.Καὶ ἡ ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ ποιήσει μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν,
18Il amènera au prêtre, en sacrifice de réparation, un bélier sans défaut, pris du troupeau d’après ton estimation. Et le prêtre fera pour lui l’expiation pour le péché qu’il a commis par erreur, et qu’il n’a pas connu, et il lui sera pardonné.καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.
19C’est un sacrifice de réparation ; cet homme était certainement coupable devant Yahweh. »Ἐπλημμέλησε γὰρ πλημμελείᾳ ἔναντι Κυρίου.
20LXX 6,1Yahweh parla à Moïse, en disant :Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
21LXX 6,2« Si quelqu’un pèche et commet une infidélité envers Yahweh, en mentant à son prochain au sujet d’un dépôt, d’un gage mis entre ses mains, d’une chose volée, ou en faisant violence à son prochain ;ἔντειλαι τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπʼ αὐτοῦ, οὐ σβεσθήσεται.
22LXX 6,3en mentant à propos d’un objet perdu qu’il a trouvé, en faisant un faux serment au sujet de l’une des choses dans lesquelles l’homme peut pécher :Καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.
23LXX 6,4quand il aura péché ainsi et se sera rendu coupable, il restituera la chose volée ou ravie par violence, le dépôt qui lui avait été confié, l’objet perdu qu’il a trouvé,Καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην· καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.
24LXX 6,5ou tout objet au sujet duquel il a fait un faux serment. Il le restituera en son entier, avec un cinquième de la valeur en sus, et le remettra à son propriétaire, le jour même où il offrira son sacrifice de réparation.Καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπʼ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπʼ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπʼ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου.
25LXX 6,6Il amènera au prêtre pour être offert à Yahweh en sacrifice de réparation un bélier sans défaut, pris du troupeau d’après ton estimation,Καὶ πῦρ διαπαντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.
26LXX 6,7Et le prêtre fera pour lui l’expiation devant Yahweh, et il lui sera pardonné, de quelque faute qu’il se soit rendu coupable. »Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου, ἀπέναντι τοῦ θυσιαστηρίου.
LXX 6,8—Καὶ ἀφελεῖ ἀπʼ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς, τὰ ὄντα ἐπὶ τῆς θυσίας· καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ.
LXX 6,9—Τὸ δὲ καταλειφθὲν ἀπʼ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
LXX 6,10—Οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
LXX 6,11—Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.
LXX 6,12—Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
LXX 6,13—τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τὸπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τοδειλινόν.
LXX 6,14—Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
LXX 6,15—Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντʼ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος· ἅπαν ἐπιτελεσθήσεται.
LXX 6,16—Καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται.
LXX 6,17—Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
LXX 6,18—λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων, οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· ἅγια ἁγίων ἐστίν.
LXX 6,19—Ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν, ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.
LXX 6,20—Πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς, ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιῤῥαντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπʼ αὐτὸ, πλυθήσεται ἐν τόπῳ ἁγίῳ.
LXX 6,21—Καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψεθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ, καὶ ἐκκλύσει ὕδατι.
LXX 6,22—Πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶ Κυρίῳ.
LXX 6,23—Καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται.

L’Évangile et le saint du jour, chaque matin dans votre boîte mail

Commencez chaque jour près du Christ et de ses saints : l’Évangile de la messe et une vie qui inspire. Gratuit ; désabonnement à tout moment.

Nous vous enverrons un e-mail de confirmation. De temps en temps, aussi un avis de Fides Viva. Désabonnement en un clic. Confidentialité

jeudi 29 octobre · Évangile

Jésus se lamente sur Jérusalem, qui tue les prophètes

Le même jour, quelques Pharisiens vinrent lui dire : « Retirez-vous et partez d’ici ; car Hérode veut vous faire mourir. » Il leur répondit : « Allez et dites à ce renard : Je chasse les démons et guéris les malades…