Comparaison
Exode 21
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| 1 | Voici les lois que tu leur donneras : | Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. |
| 2 | Quand tu achèteras un serviteur hébreu, il servira six années ; la septième, il sortira libre, sans rien payer. | Ἐὰν κτήσῃ παῖδα Ἐβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. |
| 3 | S’il est entré seul, il sortira seul ; s’il avait une femme, sa femme sortira avec lui. | Ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετʼ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ αὐτοῦ. |
| 4 | Mais si c’est son maître qui lui a donné une femme, et qu’elle lui ait enfanté des fils et des filles, la femme et ses enfants appartiendront à son maître, et il sortira seul. | Καὶ ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, αὐτὸς δὲ μόνος ἐξελεύσεται. |
| 5 | Si le serviteur dit : « J’aime mon maître, ma femme et mes enfants ; je ne veux pas sortir libre », | Ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς, ἠγάπηκα τὸν κύριόν μου, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· |
| 6 | alors son maître le conduira devant Dieu ; puis, l’ayant fait approcher de la porte ou du poteau, son maître lui percera l’oreille avec un poinçon, et le serviteur sera pour toujours à son service. | προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ, καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμὸν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. |
| 7 | Lorsqu’un homme aura vendu sa fille pour être servante, elle ne sortira point comme sortent les serviteurs. | Ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται, ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. |
| 8 | Si elle déplaît à son maître, qui se l’était destinée, il permettra qu’on la rachète ; mais il ne pourra pas la vendre à des étrangers, après lui avoir été infidèle. | Ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς, ἣ αὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστι πωλεῖν αὐτὴν, ὅτι ἠθέτησεν ἐν αὐτῇ. |
| 9 | S’il la destine à son fils, il la traitera selon le droit des filles. | Ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτὴν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ. |
| 10 | Et s’il prend une autre femme, il ne retranchera rien à la première pour la nourriture, le vêtement et le couvert. | Ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει. |
| 11 | Et s’il ne fait pas pour elle ces trois choses, elle pourra sortir sans rien payer, sans donner d’argent. | Ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. |
| 12 | Celui qui frappe un homme à mort doit être mis à mort. | Ἐὰν δὲ πατάξῃ τις τινὰ, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. |
| 13 | Mais s’il ne lui a pas tendu d’embûches et que Dieu l’ait présenté à sa main, je te fixerai un lieu où il pourra se réfugier. | Ὁ δὲ οὐχ ἑκὼν, ἀλλὰ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. |
| 14 | Mais si un homme agit méchamment contre son prochain pour le tuer par ruse, tu l’arracheras même de mon autel pour le faire mourir. | Ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. |
| 15 | Celui qui frappe son père ou sa mère doit être mis à mort. | Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. |
| 16LXX 21,17 | Celui qui dérobe un homme, soit qu’il le vende, soit qu’on le retrouve entre ses mains, doit être mis à mort. | Ὃς ἐὰν κλέψῃ τις τινὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. |
| 17LXX 21,16 | Celui qui maudira son père ou sa mère sera puni de mort. | Ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, τελευτήσει θανάτῳ. |
| 18 | Lorsque des hommes se querellent, et que l’un en frappe un autre avec une pierre ou avec le poing, sans causer sa mort, mais en l’obligeant à tenir le lit, | Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξωσι τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, |
| 19 | celui qui l’aura frappé sera quitte, si l’autre en relève et qu’il puisse se promener, dehors avec son bâton ; seulement, il le dédommagera de son chômage et il le fera soigner. | ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργείας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. |
| 20 | Quand un homme frappe du bâton son serviteur ou sa servante, et que ceux-ci meurent sous sa main, ils seront vengés. | Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. |
| 21 | Mais si le serviteur survit un jour ou deux, il ne sera pas vengé ; car il est la propriété de son maître. | Ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήτω· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. |
| 22 | Lorsque des hommes se battent, et qu’ils heurtent une femme enceinte, s’ils la font accoucher, sans autre accident, le coupable sera passible d’une amende que lui imposera le mari de la femme, et qu’il paiera selon la décision des juges. | Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, δώσει μετὰ ἀξιώματος. |
| 23 | Mais s’il y a un accident, tu donneras vie pour vie, | Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς, |
| 24 | œil pour œil, dent pour dent, main pour main, pied pour pied, | Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, |
| 25 | brûlure pour brûlure, blessure pour blessure, meurtrissure pour meurtrissure. | κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος. |
| 26 | Si un homme donne un coup dans l’œil de son serviteur ou de sa servante, et qu’il lui fasse perdre l’œil, il le mettra en liberté en compensation de son œil. | Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. |
| 27 | Et s’il fait tomber une dent à son serviteur ou à sa servante, il le mettra en liberté en compensation de sa dent. | Ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου, ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν. |
| 28 | Si un bœuf frappe de sa corne un homme ou une femme, et que la mort s’en suive, le bœuf sera lapidé, on n’en mangera pas la chair, mais le maître du bœuf sera quitte. | Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. |
| 29 | Mais si le bœuf frappait de la corne depuis longtemps, et que son maître, en ayant été averti, ne l’ait pas surveillé, le bœuf sera lapidé, s’il tue un homme ou une femme, et son maître aussi sera mis à mort. | Ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. |
| 30 | Si on impose au maître un prix pour le rachat de sa vie, il paiera tout ce qui lui aura été imposé. | Ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῶ. |
| 31 | Si le bœuf frappe un fils ou une fille, on appliquera encore cette loi ; | Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσωσιν αὐτῷ. |
| 32 | mais si le bœuf frappe un serviteur ou une servante, on paiera trente sicles d’argent au maître de l’esclave, et le bœuf sera lapidé. | Ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. |
| 33 | Si un homme ouvre une citerne, ou bien si un homme creuse une citerne et ne la couvre pas, et qu’il y tombe un bœuf ou un âne, | Ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, |
| 34 | le possesseur de la citerne indemnisera : il rendra au maître la valeur de la bête en argent, et la bête tuée sera pour lui. | ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν· τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται. |
| 35 | Si le bœuf d’un homme frappe de la corne le bœuf d’un autre homme, et que la mort s’en suive, ils vendront le bœuf vivant et s’en partageront le prix ; ils se partageront aussi le bœuf tué. | Ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τόν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. |
| 36 | Mais s’il est reconnu que le bœuf frappait de la corne depuis longtemps, et que son maître ne l’ait pas surveillé, celui-ci indemnisera en donnant bœuf pour bœuf, et le bœuf tué sera pour lui. | Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ· καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. |
| 37LXX 22,1 | Si un homme dérobe un bœuf ou un agneau et qu’il l’égorge ou le vende, il restituera cinq bœufs pour le bœuf, et quatre agneaux pour l’agneau. | Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. |
| LXX 22,2 | — | Ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπʼ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται· ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος. |
| LXX 22,3 | — | Ἐὰν δὲ καταλειφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτίσει. |
| LXX 22,4 | — | Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει. |
| LXX 22,5 | — | Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμπρήσῃ ἅλωνας ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. |
| LXX 22,6 | — | Ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν. |
| LXX 22,7 | — | Ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφʼ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον, |
| LXX 22,8 | — | κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου, καὶ ὑποζυγίου, καὶ προβάτου, καὶ ἱματίου, καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης· ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ, ἀποτίσει διπλοῦν τῷ πλησίον. |
| LXX 22,9 | — | Ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, |
| LXX 22,10 | — | ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει. |
| LXX 22,11 | — | Ἐὰν δὲ κλαπῇ παρʼ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ· |
| LXX 22,12 | — | Ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει. |
| LXX 22,13 | — | Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ᾖ μετʼ αὐτοῦ, ἀποτίσει. |
| LXX 22,14 | — | Ἐὰν δὲ ὁ κύριος ᾖ μετʼ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ. |
| LXX 22,15 | — | Ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετʼ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα. |
| LXX 22,16 | — | Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθʼ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων. |
| LXX 22,17 | — | Φαρμακοὺς οὐ περιποιήσετε. |
| LXX 22,18 | — | Πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποκτενεῖτε αὐτούς. |
| LXX 22,19 | — | Ὁ θυσιάζων θεοῖς θανάτῳ ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ. |
| LXX 22,20 | — | Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γάρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ. |
| LXX 22,21 | — | Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. |
| LXX 22,22 | — | Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν, |
| LXX 22,23 | — | καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά. |
| LXX 22,24 | — | Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον. |
| LXX 22,25 | — | Ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· |
| LXX 22,26 | — | Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; Ἐὰν οὖν καταβοήσῃ πρός μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι. |
| LXX 22,27 | — | Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς. |
| LXX 22,28 | — | Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. |
| LXX 22,29 | — | Οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. |
| LXX 22,30 | — | Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι· καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀποῤῥίψατε αὐτό. |
