Aller au contenu
FIDES VIVA
Comparaison

Deutéronome 23

Crampon et Septante (édition sixtine, 1587), verset par verset.

Deutéronome 23 : Crampon et Septante (édition sixtine, 1587)
CramponSeptante (édition sixtine, 1587)
LXX 22,1—Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου, καὶ ἀποδώσεις αὐτῷ.
LXX 22,2—Ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπίοτῃ αὐτὸν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ.
LXX 22,3—Οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου· ὅσα ἐὰν ἀπολῆται παρʼ αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν.
LXX 22,4—Οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτοὺς, ἀνιστῶν ἀναστήσεις μετʼ αὐτοῦ.
LXX 22,5—Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικίαν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου ἐστὶ πᾶς ποιῶν ταῦτα.
LXX 22,6—Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νοσσοῖς ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νοσσῶν ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων.
LXX 22,7—Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος γένῃ.
LXX 22,8—Ἐὰν οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπʼ αὐτοῦ.
LXX 22,9—Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γέννημα, καὶ τὸ σπέρμα ὃ ἐὰν σπείρῃς μετὰ τοῦ γεννήματος τοῦ ἀμπελῶνός σου.
LXX 22,10—Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό.
LXX 22,11—Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ.
LXX 22,12—Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς.
LXX 22,13—Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ μισήσῃ αὐτήν,
LXX 22,14—καὶ ἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν, καὶ λέγῃ, τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς τὰ παρθένια·
LXX 22,15—Καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην.
LXX 22,16—Καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ, τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν
LXX 22,17—νῦν οὗτος, ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους, λέγων, οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια· καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου. Καὶ ἀναπτύξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως.
LXX 22,18—Καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτόν,
LXX 22,19—καὶ ξημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλίτιν, καὶ αὐτοῦ ἔσται γυνή· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
LXX 22,20—Ἐὰν δὲ ἐπʼ ἀληθείας γένηται ὁ λόγος οὗτος, καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι,
LXX 22,21—καὶ ἐξάξουσι τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς Ἰσραήλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
LXX 22,22—Ἐὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνωκισμένης ἀνδρί, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς, καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ.
LXX 22,23—Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί, καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετʼ αὐτῆς,
LXX 22,24—ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πυλὴν τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις, καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει· καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
LXX 22,25—Ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένῃν, καὶ βιασάμενος κοιμηθῇ μετʼ αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμώμενον μετʼ αὐτῆς μόνον.
LXX 22,26—Καὶ τῇ νεάνιδι οὐκ ἔστιν ἁμάρτημα θανάτου· ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον, καὶ φονεύσῃ αὐτοῦ ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο,
LXX 22,27—ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ οὐκ ἦν ὁ βοηθήσων αὐτῇ.
LXX 22,28—Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετʼ αὐτῆς, καὶ εὑρεθῇ,
LXX 22,29—δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετʼ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνθʼ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
1Nul ne prendra la femme de son père et ne soulèvera la couverture du lit de son père.—
2LXX 23,1Celui dont les testicules ont été écrasés ou dont l’urètre a été coupé n’entrera pas dans l’assemblée de Yahweh.Οὐ λήψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ.
3LXX 23,2Le fruit d’une union illicite n’entrera pas dans l’assemblée de Yahweh ; même sa dixième génération n’entrera pas dans l’assemblée de Yahweh.Οὐκ εἰσελεύσεται θλαδίας, οὐδὲ ἀποκεκομμένος, εἰς ἐκκλησίαν Κυρίου.
4LXX 23,3L’Ammonite et le Moabite n’entreront pas dans l’assemblée de Yahweh ; même la dixième génération n’entrera pas dans l’assemblée de Yahweh, ils n’y entreront jamais,Οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κύριου.
5LXX 23,4parce qu’ils ne sont pas venu au-devant de vous avec du pain et de l’eau, sur le chemin, lorsque vous sortiez d’Égypte, et parce que le roi de Moab a fait venir contre toi à prix d’argent Balaam, fils de Béor, de Péthor en Mésopotamie, pour te maudire.Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα·
6LXX 23,5Mais Yahweh, ton Dieu, n’a pas voulu écouter Balaam, et Yahweh, ton Dieu, a changé pour toi la malédiction en bénédiction, car Yahweh, ton Dieu, t’aime.παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε.
7LXX 23,6Tu n’auras souci ni de leur prospérité ni de leur bien-être, tant que tu vivras, à perpétuité.Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ· καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου.
8LXX 23,7Tu n’auras point en abomination l’Edomite, car il est ton frère ; tu n’auras point en abomination l’Égyptien, car tu as été étranger dans son pays :Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.
9LXX 23,8les fils qui leur naîtront pourront, à la troisième génération, entrer dans l’assemblée de Yahweh.Οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστίν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ.
10LXX 23,9Quand tu marcheras en campements contre tes ennemis, garde-toi de toute chose mauvaise.Υἱοὶ ἐὰν γεννηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου.
11LXX 23,10S’il y a chez toi un homme qui ne soit pas pur, par suite d’un accident nocturne, il sortira du camp, et ne rentrera pas au milieu du camp ;Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ.
12LXX 23,11sur le soir, il se baignera dans l’eau et, après le coucher du soleil, il pourra rentrer au milieu du camp.Ἐὰν ἠ· ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτὸς, καὶ ἐξελεύσεται ἔξω τῆν παρεμβολῆς, καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
13LXX 23,12Tu auras un lieu hors du camp, et c’est là dehors que tu iras.Καὶ ἔσται τὸ πρὸς ἐσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
14LXX 23,13Tu auras dans ton bagage une pelle avec laquelle tu feras un creux, quand tu iras t’asseoir à l’écart, et, en partant, tu recouvriras tes excréments.Καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω.
15LXX 23,14Car Yahweh, ton Dieu, marche au milieu de ton camp, pour te protéger et pour livrer tes ennemis devant toi ; ton camp doit donc être saint, afin que Yahweh ne voie chez toi rien de malséant et qu’il ne se détourne pas de toi.Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ, καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου·
16LXX 23,15Tu ne livreras pas à son maître un esclave qui se sera enfui d’avec son maître et réfugié auprès de toi.Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ.
17LXX 23,16Il demeurera avec toi, au milieu de ton pays, dans le lieu qu’il choisira, dans l’une de tes villes, où il se trouvera bien : tu ne l’opprimeras point.Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ.
18LXX 23,17Il n’y aura point de prostituée parmi les filles d’Israël, et il n’y aura point de prostitué parmi les fils d’Israël.Μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν.
19LXX 23,18Tu n’apporteras pas dans la maison de Yahweh, ton Dieu, le salaire d’une prostituée ni le salaire d’un chien, pour l’accomplissement d’un vœu quelconque ; car l’un et l’autre sont en abomination à Yahweh, ton Dieu.Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ.
20LXX 23,19Tu n’exigeras de ton frère aucun intérêt ni pour argent, ni pour vivres, ni pour aucune chose qui se prête à intérêt.Οὐ προσοίσεις μίσθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου ἐστὶ καὶ ἀμφότερα.
21LXX 23,20Tu peux exiger un intérêt de l’étranger, mais tu n’en tireras point de ton frère, afin que Yahweh, ton Dieu, te bénisse dans tout ce que tu entreprendras, dans le pays où tu vas entrer pour le posséder.Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου, καὶ τόκον βρωμάτων, καὶ τοκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανίσῃς.
22LXX 23,21Quand tu auras fait un vœu à Yahweh, ton Dieu, tu ne tarderas point à l’accomplir ; sinon, Yahweh, ton Dieu, t’en demanderait certainement compte, et tu serais chargé d’un péché.Τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
23LXX 23,22Si tu t’abstiens de faire des vœux, il n’y aura pas en toi de péché.Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία.
24LXX 23,23Mais la parole sortie de tes lèvres, tu la garderas et l’accompliras, selon le vœu que tu auras fait librement à Yahweh, ton Dieu, et que tu auras prononcé de ta bouche.Ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία.
25LXX 23,24Quand tu entreras dans la vigne de ton prochain, tu pourras manger des raisins selon ton désir et t’en rassasier, mais tu n’en mettras pas dans ton panier.Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ, καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ δόμα, ὃ ἐλάλησας τῷ στόματί σου.
26LXX 23,25Si tu entres dans les blés de ton prochain, tu pourras cueillir des épis avec la main, mais tu ne mettras pas la faucille dans les blés de ton prochain.Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπʼ ἀμητὸν τοῦ πλησίον σου.

L’Évangile et le saint du jour, chaque matin dans votre boîte mail

Commencez chaque jour près du Christ et de ses saints : l’Évangile de la messe et une vie qui inspire. Gratuit ; désabonnement à tout moment.

Nous vous enverrons un e-mail de confirmation. De temps en temps, aussi un avis de Fides Viva. Désabonnement en un clic. Confidentialité

jeudi 29 octobre · Évangile

Jésus se lamente sur Jérusalem, qui tue les prophètes

Le même jour, quelques Pharisiens vinrent lui dire : « Retirez-vous et partez d’ici ; car Hérode veut vous faire mourir. » Il leur répondit : « Allez et dites à ce renard : Je chasse les démons et guéris les malades…