Aller au contenu
FIDES VIVA
Comparaison

2 Samuel 19

Crampon et Septante (édition sixtine, 1587), verset par verset.

2 Samuel 19 : Crampon et Septante (édition sixtine, 1587)
CramponSeptante (édition sixtine, 1587)
LXX 18,1—Καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετʼ αὐτοῦ, καὶ κατέστησεν ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.
LXX 18,2—Καὶ ἀπέστειλε Δαυὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθὶ τοῦ Γεθαίου· καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαὸν, ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθʼ ὑμῶν.
LXX 18,3—Καὶ εἶπαν, οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν· καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν, ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.
LXX 18,4—Καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεὺς, ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης· καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
LXX 18,5—Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ.
LXX 18,6—Καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ.
LXX 18,7—Καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυὶδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
LXX 18,8—Καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ, ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκαίνῃ.
LXX 18,9—Καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ· καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυῒ, καὶ ἐκρεμάσθη ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε.
LXX 18,10—Καὶ εἶδεν ἀνὴρ εἷς, καὶ ἀνήγγειλε τῷ Ἰωὰβ, καὶ εἶπεν, ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ.
LXX 18,11—Καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῇ ἀναγγέλλοντι αὐτῷ, καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
LXX 18,12—Εἶπε δὲ ὁ ἀνὴρ πρὸς Ἰωὰβ, καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ,
LXX 18,13—μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας.
LXX 18,14—Καὶ εἶπεν Ἰωὰβ, τοῦτο ἐγὼ ἄρξομαι, οὐχ οὕτως μενῶ ἐνώπιόν σου· καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός.
LXX 18,15—Καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ, καὶ ἐθανάτωσαν αὐτόν.
LXX 18,16—Καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραὴλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.
LXX 18,17—Καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπʼ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
LXX 18,18—Καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ βασιλέως, ὅτι εἶπεν, ὅτι οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην, Χεὶρ Ἀβεσσαλὼμ, ἕως τῆς ἡμέρας ταύτης.
LXX 18,19—Καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε, δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
LXX 18,20—Καὶ εἶπεν αὐτῷ Ἰωὰβ, οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ· ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε.
LXX 18,21—Καὶ εἶπεν Ἰωὰβ τῷ Χουσὶ, Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσεὶ τῷ Ἰωὰβ, καὶ ἐξῆλθε.
LXX 18,22—Καὶ προσέθετο ἕτι Ἀχιμάας υἱὸς Σαδὼκ, καὶ εἶπε πρὸς Ἰωὰβ, καὶ ἔστω, ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί· καὶ εἶπεν Ἰωὰβ, ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ.
LXX 18,23—Καὶ εἶπε, τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωὰβ, δράμε· καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ, καὶ ὑπερέβη τὸν Χουσί.
LXX 18,24—Καὶ Δαυὶδ ἐκάθητο ἀναμέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος, καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε. καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ.
LXX 18,25—Καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεὺς, εἰ μόνος ἐστὶν, εὐαγγέλια ἐν τῷ στόματι αὐτοῦ· καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
LXX 18,26—Καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα· καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ, καὶ εἶπε, καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος· καὶ εἶπεν ὁ βασιλεὺς, καί γε οὗτος εὐαγγελιζόμενος.
LXX 18,27—Καὶ εἶπεν ὁ σκοπός, ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεὺς, ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
LXX 18,28—Καὶ ἐβόησεν Ἀχιμάας, καὶ εἶπε πρὸς τὸν βασιλέα, εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
LXX 18,29—Καὶ εἶπεν ὁ βασιλεὺς, εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχιμάας, εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
LXX 18,30—Καὶ εἶπεν ὁ βασιλεὺς, ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη, καὶ ἔστη.
LXX 18,31—Καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο, καὶ εἶπε τῷ βασιλεῖ, εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
LXX 18,32—Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσὶ, εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσὶ, γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπʼ αὐτὸν εἰς κακά.
1Le roi, tremblant d’émotion, monta dans la chambre au-dessus de la porte et pleura. Il disait en marchant : « Mon fils Absalom ! Mon fils, mon fils Absalom ! Que ne suis-je mort à ta place ! Absalom mon fils, mon fils ! »—
2LXX 19,1On vint dire à Joab : « Voici que le roi pleure et se lamente sur son fils. »Καὶ ἐταράχθη ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτὸν, υἱέ μου Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου Ἀβεσαλώμ· τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου.
3LXX 19,2La victoire, ce jour-là, fut changée en deuil pour tout le peuple, car le peuple entendit dire en ce jour-là : « Le roi est affligé à cause de son fils. »Καὶ ἀνηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἰδοῦ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.
4LXX 19,3Ce jour-là le peuple entra dans la ville à la dérobée, comme entrent à la dérobée des gens honteux d’avoir fui dans la bataille.Καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.
5LXX 19,4Le roi s’était voilé le visage, et le roi criait à haute voix : « Mon fils Absalom ! Absalom, mon fils, mon fils ! »Καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.
6LXX 19,5Joab vint vers le roi chez lui, et dit : « Tu couvres aujourd’hui de confusion la face de tous tes serviteurs qui ont en ce jour sauvé ta vie et la vie de tes fils et de tes filles, et la vie de tes femmes et la vie de tes concubines.Καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ· καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ, λέγων, υἱέ μου Ἀβεσσαλὼμ, Ἀβεσσαλὼμ υἱὲ μου.
7LXX 19,6Tu aimes ceux qui te haïssent et tu hais ceux qui t’aiment, car tu montres aujourd’hui que chefs et serviteurs ne sont rien pour toi, et je vois aujourd’hui que si Absalom vivait et que nous fussions tous morts en ce jour, cela serait heureux à tes yeux.Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον, καὶ εἶπε, κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον, καὶ τὴν ψυχὴν τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου, καὶ τῶν παλλακῶν σου,
8LXX 19,7Lève-toi donc, sors et parle selon le cœur de tes serviteurs ; car je jure par Yahweh que, si tu ne sors pas, pas un homme ne passera avec toi cette nuit ; et ce sera pour toi un mal pire que tous les maux qui te sont arrivés depuis ta jeunesse jusqu’à présent. »τοῦ ἀγαπᾷν τοὺς μισοῦντάς σε, καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε· καὶ ἀνήγγειλας σήμερον, ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον, ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.
9LXX 19,8Alors le roi se leva et il s’assit à la porte. On l’annonça à tout le peuple en disant : « Voici que le roi est assis à la porte. » Et tout le peuple vint devant le roi. Israël s’était enfui chacun dans sa tente.Καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα, ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ, καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.
10LXX 19,9Tout le peuple, dans toutes les tribus d’Israël, s’accusait, en disant : « Le roi nous a délivrés de la main de nos ennemis ; c’est lui qui nous a sauvés de la main des Philistins ; et maintenant il a dû fuir du pays devant Absalom.Καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ· καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν, λέγοντες, ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην· καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
11LXX 19,10Or Absalom, que nous avions oint pour régner sur nous, est mort dans la bataille : pourquoi donc ne parlez-vous pas de faire revenir le roi ? »Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ, λέγοντες, ὁ βασιλεὺς Δαυὶδ ἐῤῥύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων· καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ.
12LXX 19,11Le roi David envoya parler aux prêtres Sadoc et Abiathar en ces termes : « Parlez aux anciens de Juda et dites-leur : Pourquoi seriez-vous les derniers à ramener le roi dans sa maison ? — Et ce qui se disait dans tout Israël était parvenu au roi chez lui. —Καὶ Ἀβεσσαλὼμ, ὃν ἐχρίσαμεν ἐφʼ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ· καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.
13LXX 19,12Vous êtes mes frères, vous êtes mes os et ma chair : pourquoi seriez-vous les derniers à ramener le roi. »Καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοῦς ἱερεῖς, λέγων, λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα, λέγοντες, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ.
14LXX 19,13Vous direz aussi à Amasa : « N’es-tu pas mon os et ma chair ? Que Dieu me traite dans toute sa rigueur, si tu ne deviens pas devant moi pour toujours chef de l’armée à la place de Joab ! »Ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;
15LXX 19,14Et David fléchit le cœur de tous les hommes de Juda comme d’un seul homme ; et ils envoyèrent dire au roi : « Reviens, toi et tous tes serviteurs ».καὶ τῷ Ἀμεσσαῒ; ἐρεῖτε, οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.
16LXX 19,15Le roi revint et arriva jusqu’au Jourdain ; et Juda se rendit à Galgala pour aller au-devant du roi et faire passer au roi le Jourdain.Καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλεα, λέγοντες, ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.
17LXX 19,16Séméï, fils de Géra, Benjamite, de Bahurim, se hâta de descendre avec les hommes de Juda à la rencontre du roi David.Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς, καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου· καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως, διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.
18LXX 19,17Il avait avec lui mille hommes de Benjamin, et Siba, serviteur de la maison de Saül, et ses quinze fils et ses vingt serviteurs ; ils se précipitèrent au Jourdain devant le roi.Καὶ ἐτάχυνε Σεμεῒ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυίδ,
19LXX 19,18Déjà le bateau qui devait transporter la maison du roi et se mettre à sa disposition, était passé. Séméï, fils de Géra, se jeta aux pieds du roi, au moment où celui-ci allait passer le Jourdain,καὶ χίλιοι ἄνδρες μετʼ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν, καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ, καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετʼ αὐτοῦ· καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως,
20LXX 19,19et il dit au roi : « Que mon seigneur ne m’impute point d’iniquité, et ne se souvienne pas de l’offense de ton serviteur, le jour où le roi mon seigneur sortait de Jérusalem, pour y prêter attention, ô roi !καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα· καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως, καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. Καὶ Σεμεῒ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην,
21LXX 19,20Car ton serviteur reconnaît que j’ai péché ; et voici que je viens aujourd’hui le premier de toute la maison de Joseph pour descendre à la rencontre du roi mon seigneur. »καὶ εἶπε πρὸς τὸν βασιλέα, μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλὴμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ.
22LXX 19,21Abisaï, fils de Sarvia, prit la parole et dit : « Au contraire, Séméï ne doit-il pas être mis à mort pour avoir maudit l’oint de Yahweh ? »Ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ, τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.
23LXX 19,22Mais David dit : « Qu’ai-je à faire avec vous, fils de Sarvia, que vous vous faites aujourd’hui mes adversaires ? Un homme serait-il mis à mort en ce jour en Israël ? Ne sais-je donc pas que je deviens roi aujourd’hui sur Israël ? »Καὶ ἀπεκρίθη Ἀβεσσαὲ υἱὸς Σαρουίας, καὶ εἶπε, μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεῒ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;
24LXX 19,23Et le roi dit à Séméï : « Tu ne mourras point » ; et le roi le lui jura.Καὶ εἶπε Δαυίδ, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ· ὅτι οὐκ οἴδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ.
25LXX 19,24Miphiboseth, petit-fils de Saül, descendit aussi à la rencontre du roi. Il n’avait pas lavé ses pieds ni arrangé sa moustache, il n’avait pas lavé ses vêtements depuis le jour où le roi était parti jusqu’au jour où il revenait en paix.Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεῒ, οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.
26LXX 19,25Lorsqu’il vint de Jérusalem au-devant du roi, le roi lui dit : « Pourquoi n’es-tu pas venu avec moi, Miphiboseth ? »Καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως, καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν, ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεὺς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.
27LXX 19,26Et il répondit : « Mon seigneur le roi, mon serviteur m’a trompé ; car ton serviteur s’était dit : Je ferai seller l’ânesse, je monterai sur elle et j’irai avec le roi ! car ton serviteur est boiteux.Καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, τί ὅτι οὐκ ἐπορεύθης μετʼ ἐμοῦ, Μεμφιβοσθέ;
28LXX 19,27Et il a calomnié ton serviteur auprès de mon seigneur le roi. Mais mon seigneur le roi est comme un ange de Dieu ; fais ce qui te semblera bon.Καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθὲ, κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ, ἐπίσαξόν μοι τὴν ὄνον, καὶ ἐπιβῶ ἐπʼ αὐτὴν, καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου.
29LXX 19,28Car toute la maison de mon père n’est faite pour mon seigneur le roi que de gens dignes de mort ; et cependant tu as mis ton serviteur au nombre de ceux qui mangent à ta table. Quel droit puis-je encore avoir de crier encore vers le roi ? »Καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
30LXX 19,29Le roi lui dit : « Pourquoi tant de paroles ? Je l’ai déclaré : toi et Siba, vous partagerez les terres. »Ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλʼ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἐστι μοὶ ἔτι δικαίωμα, καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;
31LXX 19,30Et Miphiboseth dit au roi : « Qu’il prenne même le tout, puisque mon seigneur le roi est rentré en paix dans sa maison. »Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον, σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.
32LXX 19,31Berzellaï le Galaadite descendit de Rogelim et passa vers le roi au Jourdain pour l’accompagner au fleuve.Καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα, καί γε τὰ πάντα λαβέτω, μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.
33LXX 19,32Berzellaï était très vieux, âgé de quatre-vingt ans ; il avait fourni des aliments au roi pendant son séjour à Mahanaïm, car c’était un homme fort riche.Καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ῥωγελλὶμ, καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην.
34LXX 19,33Le roi dit à Berzellaï : « Passe avec moi, je te nourrirai chez moi à Jérusalem. »Καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναῒμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.
35LXX 19,34Mais Berzellaï répondit au roi : « Combien d’années ai-je encore à vivre, pour que je monte avec le roi à Jérusalem ?Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλὶ, σὺ διαβήσῃ μετʼ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετʼ ἐμοῦ ἐν Ἱερουσαλήμ.
36LXX 19,35Je suis aujourd’hui âgé de quatre-vingt ans. Puis-je distinguer ce qui est bon de ce qui est mauvais ? Ton serviteur peut-il savourer ce qu’il mange et ce qu’il boit ? Puis-je encore entendre la voix des chanteurs et des chanteuses ? Et pourquoi ton serviteur serait-il encore à charge à mon seigneur le roi ?Καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα, πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;
37LXX 19,36Ton serviteur passera un peu au delà du Jourdain avec le roi. Et pourquoi le roi m’accorderait-il cette récompense ?Υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ μὴν γνώσομαι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
38LXX 19,37Laisse, je t’en prie, ton serviteur s’en retourner, et que je meure dans ma ville, près du sépulcre de mon père et de ma mère. Mais voici ton serviteur Chamaam ; qu’il passe avec le roi mon seigneur, et fais pour lui ce que tu trouveras bon. »Ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;
39LXX 19,38Le roi dit : « Que Chamaam passe avec moi, et je ferai pour lui tout ce qui te plaira ; et tout ce que tu désireras de moi, je te l’accorderai. »Καθισάτω δὴ ὁ δοῦλός σου, καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως· καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
40LXX 19,39Et quand tout le peuple eut passé le Jourdain, le roi le passa aussi, et le roi baisa Berzellaï et le bénit, et celui-ci retourna chez lui.Καὶ εἶπεν ὁ βασιλεὺς, μετʼ ἐμοῦ διαβήτω Χαμαὰμ, κᾀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς μου, καὶ πάντα ὅσα ἂν ἐκλέξῃ ἐπʼ ἐμοὶ, ποιήσω σοι.
41LXX 19,40Le roi passa à Galgala, et Chamaam passa avec lui ; et tout le peuple de Juda, ainsi que la moitié du peuple d’Israël escortèrent le roi.Καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ, καὶ εὐλόγησεν αὐτὸν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
42LXX 19,41Mais voici que tous les hommes d’Israël vinrent auprès du roi et lui dirent : « Pourquoi nos frères, les hommes de Juda, t’ont-ils enlevé, et ont-ils fait passer le Jourdain au roi, à sa maison et à tous les gens de David avec lui ? »Καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετʼ αὐτοῦ· καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως, καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.
43LXX 19,42Tous les hommes de Juda répondirent aux hommes d’Israël : « C’est que le roi me tient de plus près ; pourquoi te fâches-tu de cela ? Avons-nous vécu aux dépens du roi ? Ou bien en avons-nous reçu quelque chose ? »Καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα, καὶ εἶπε πρὸς τὸν βασιλέα, τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα, καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην, καὶ πάντες ἄνδρες Δαυὶδ μετʼ αὐτοῦ;
44LXX 19,43Les hommes d’Israël répondirent aux hommes de Juda, en disant : « J’ai dix parts sur le roi, et même David m’appartient plus qu’à toi. Pourquoi m’as-tu fait cette injure ? Ma parole n’a-t-elle pas été la première pour rétablir mon roi ? Et le langage des hommes de Juda fut plus dur que celui des hommes d’Israël.Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ, καὶ εἶπαν, διότι ἐγγίζει πρὸς μὲ ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν, ἢ ἄρσιν ᾖρεν ἡμῖν;

L’Évangile et le saint du jour, chaque matin dans votre boîte mail

Commencez chaque jour près du Christ et de ses saints : l’Évangile de la messe et une vie qui inspire. Gratuit ; désabonnement à tout moment.

Nous vous enverrons un e-mail de confirmation. De temps en temps, aussi un avis de Fides Viva. Désabonnement en un clic. Confidentialité

jeudi 29 octobre · Évangile

Jésus se lamente sur Jérusalem, qui tue les prophètes

Le même jour, quelques Pharisiens vinrent lui dire : « Retirez-vous et partez d’ici ; car Hérode veut vous faire mourir. » Il leur répondit : « Allez et dites à ce renard : Je chasse les démons et guéris les malades…