Comparison
Luke 24
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | And on the first day of the week, very early in the morning, they came to the sepulchre, bringing the spices which they had prepared. | Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. |
| 2 | And they found the stone rolled back from the sepulchre. | εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, |
| 3 | And going in, they found not the body of the Lord Jesus. | καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. |
| 4 | And it came to pass, as they were astonished in their mind at this, behold, two men stood by them, in shining apparel. | καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. |
| 5 | And as they were afraid, and bowed down their countenance towards the ground, they said unto them: Why seek you the living with the dead? | ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; |
| 6 | He is not here, but is risen. Remember how he spoke unto you, when he was in Galilee, | οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, |
| 7 | Saying: The Son of man must be delivered into the hands of sinful men, and be crucified, and the third day rise again. | λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. |
| 8 | And they remembered his words. | καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, |
| 9 | And going back from the sepulchre, they told all these things to the eleven, and to all the rest. | καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. |
| 10 | And it was Mary Magdalen, and Joanna, and Mary of James, and the other women that were with them, who told these things to the apostles. | ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. |
| 11 | And these words seemed to them as idle tales; and they did not believe them. | καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. |
| 12 | But Peter rising up, ran to the sepulchre, and stooping down, he saw the linen cloths laid by themselves; and went away wondering in himself at that which was come to pass. | ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. |
| 13 | And behold, two of them went, the same day, to a town which was sixty furlongs from Jerusalem, named Emmaus. | Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. |
| 14 | And they talked together of all these things which had happened. | καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. |
| 15 | And it came to pass, that while they talked and reasoned with themselves, Jesus himself also drawing near, went with them. | καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· |
| 16 | But their eyes were held, that they should not know him. | οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. |
| 17 | And he said to them: What are these discourses that you hold one with another as you walk, and are sad? | εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; |
| 18 | And the one of them, whose name was Cleophas, answering, said to him: Art thou only a stranger to Jerusalem, and hast not known the things that have been done there in these days? | ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; |
| 19 | To whom he said: What things? And they said: Concerning Jesus of Nazareth, who was a prophet, mighty in work and word before God and all the people; | καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, |
| 20 | And how our chief priests and princes delivered him to be condemned to death, and crucified him. | ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. |
| 21 | But we hoped, that it was he that should have redeemed Israel: and now besides all this, today is the third day since these things were done. | ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο. |
| 22 | Yea and certain women also of our company affrighted us, who before it was light, were at the sepulchre, | ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, |
| 23 | And not finding his body, came, saying, that they had also seen a vision of angels, who say that he is alive. | καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. |
| 24 | And some of our people went to the sepulchre, and found it so as the women had said, but him they found not. | καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. |
| 25 | Then he said to them: O foolish, and slow of heart to believe in all things which the prophets have spoken. | καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! |
| 26 | Ought not Christ to have suffered these things, and so to enter into his glory? | οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; |
| 27 | And beginning at Moses and all the prophets, he expounded to them in all the scriptures, the things that were concerning him. | καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. |
| 28 | And they drew night to the town, whither they were going: and he made as though he would go farther. | Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· |
| 29 | But they constrained him; saying: Stay with us, because it is towards evening, and the day is now far spent. And he went in with them. | καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. |
| 30 | And it came to pass, whilst he was at table with them, he took bread, and blessed, and brake, and gave to them. | καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. |
| 31 | And their eyes were opened, and they knew him: and he vanished out of their sight. | αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. |
| 32 | And they said one to the other: Was not our heart burning within us, whilst he spoke in this way, and opened to us the scriptures? | καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; |
| 33 | And rising up, the same hour, they went back to Jerusalem: and they found the eleven gathered together, and those that were staying with them, | Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, |
| 34 | Saying: The Lord is risen indeed, and hath appeared to Simon. | λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. |
| 35 | And they told what things were done in the way; and how they knew him in the breaking of the bread. | καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. |
| 36 | Now whilst they were speaking these things, Jesus stood in the midst of them, and saith to them: Peace be to you; it is I, fear not. | Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. |
| 37 | But they being troubled and frightened, supposed that they saw a spirit. | πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. |
| 38 | And he said to them: Why are you troubled, and why do thoughts arise in your hearts? | καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; |
| 39 | See my hands and feet, that it is I myself; handle, and see: for a spirit hath not flesh and bones, as you see me to have. | ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. |
| 40 | And when he had said this, he shewed them his hands and feet. | καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. |
| 41 | But while they yet believed not, and wondered for joy, he said: Have you any thing to eat? | ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; |
| 42 | And they offered him a piece of a broiled fish, and a honeycomb. | οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, |
| 43 | And when he had eaten before them, taking the remains, he gave to them. | καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. |
| 44 | And he said to them: These are the words which I spoke to you, while I was yet with you, that all things must needs be fulfilled, which are written in the law of Moses, and in the prophets, and in the psalms, concerning me. | εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. |
| 45 | Then he opened their understanding, that they might understand the scriptures. | τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, |
| 46 | And he said to them: Thus it is written, and thus it behoved Christ to suffer, and to rise again from the dead, the third day: | καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, |
| 47 | And that penance and remission of sins should be preached in his name, unto all nations, beginning at Jerusalem. | καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. |
| 48 | And you are witnesses of these things. | ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. |
| 49 | And I send the promise of my Father upon you: but stay you in the city till you be endued with power from on high. | καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. |
| 50 | And he led them out as far as Bethania: and lifting up his hands, he blessed them. | Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. |
| 51 | And it came to pass, whilst he blessed them, he departed from them, and was carried up to heaven. | καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. |
| 52 | And they adoring went back into Jerusalem with great joy. | καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, |
| 53 | And they were always in the temple, praising and blessing God. Amen. | καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν. |
