Comparison
Luke 23
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | And the whole multitude of them rising up, led him to Pilate. | Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. |
| 2 | And they began to accuse him, saying: We have found this man perverting our nation, and forbidding to give tribute to Caesar, and saying that he is Christ the king. | ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. |
| 3 | And Pilate asked him, saying: Art thou the king of the Jews? But he answering, said: Thou sayest it. | ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις. |
| 4 | And Pilate said to the chief priests and to the multitudes: I find no cause in this man. | ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. |
| 5 | But they were more earnest, saying: He stirreth up the people, teaching throughout all Judea, beginning from Galilee to this place. | οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. |
| 6 | But Pilate hearing Galilee, asked if the man were of Galilee? | Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι, |
| 7 | And when he understood that he was of Herod’s jurisdiction, he sent him away to Herod, who was also himself at Jerusalem, in those days. | καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. |
| 8 | And Herod, seeing Jesus, was very glad; for he was desirous of a long time to see him, because he had heard many things of him; and he hoped to see some sign wrought by him. | ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. |
| 9 | And he questioned him in many words. But he answered him nothing. | ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. |
| 10 | And the chief priests and the scribes stood by, earnestly accusing him. | εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. |
| 11 | And Herod with his army set him at nought, and mocked him, putting on him a white garment, and sent him back to Pilate. | ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. |
| 12 | And Herod and Pilate were made friends, that same day; for before they were enemies one to another. | ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. |
| 13 | And Pilate, calling together the chief priests, and the magistrates, and the people, | Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν |
| 14 | Said to them: You have presented unto me this man, as one that perverteth the people; and behold I, having examined him before you, find no cause in this man, in those things wherein you accuse him. | εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ. |
| 15 | No, nor Herod neither. For I sent you to him, and behold, nothing worthy of death is done to him. | ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. |
| 16 | I will chastise him therefore, and release him. | παιδεύσας οὖν αὐτὸν ἀπολύσω. |
| 17 | Now of necessity he was to release unto them one upon the feast day. | ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. |
| 18 | But the whole multitude together cried out, saying: Away with this man, and release unto us Barabbas: | ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· |
| 19 | Who, for a certain sedition made in the city, and for a murder, was cast into prison. | ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν. |
| 20 | And Pilate again spoke to them, desiring to release Jesus. | πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. |
| 21 | But they cried again, saying: Crucify him, crucify him. | οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. |
| 22 | And he said to them the third time: Why, what evil hath this man done? I find no cause of death in him. I will chastise him therefore, and let him go. | ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. |
| 23 | But they were instant with loud voices, requiring that he might be crucified; and their voices prevailed. | οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. |
| 24 | And Pilate gave sentence that it should be as they required. | ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, |
| 25 | And he released unto them him who for murder and sedition, had been cast into prison, whom they had desired; but Jesus he delivered up to their will. | ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. |
| 26 | And as they led him away, they laid hold of one Simon of Cyrene, coming from the country; and they laid the cross on him to carry after Jesus. | Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. |
| 27 | And there followed him a great multitude of people, and of women, who bewailed and lamented him. | ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. |
| 28 | But Jesus turning to them, said: Daughters of Jerusalem, weep not over me; but weep for yourselves, and for your children. | στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. |
| 29 | For behold, the days shall come, wherein they will say: Blessed are the barren, and the wombs that have not borne, and the paps that have not given suck. | ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. |
| 30 | Then shall they begin to say to the mountains: Fall upon us; and to the hills: Cover us. | τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· |
| 31 | For if in the green wood they do these things, what shall be done in the dry? | ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; |
| 32 | And there were also two other malefactors led with him to be put to death. | Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. |
| 33 | And when they were come to the place which is called Calvary, they crucified him there; and the robbers, one on the right hand, and the other on the left. | Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. |
| 34 | And Jesus said: Father, forgive them, for they know not what they do. But they, dividing his garments, cast lots. | ὁ δὲ Ἰησοῦς ἔλεγε· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλλον κλῆρον. |
| 35 | And the people stood beholding, and the rulers with them derided him, saying: He saved others; let him save himself, if he be Christ, the elect of God. | καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός. |
| 36 | And the soldiers also mocked him, coming to him, and offering him vinegar, | ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ |
| 37 | And saying: If thou be the king of the Jews, save thyself. | καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. |
| 38 | And there was also a superscription written over him in letters of Greek, and Latin, and Hebrew: THIS IS THE KING OF THE JEWS. | Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. |
| 39 | And one of those robbers who were hanged, blasphemed him, saying: If thou be Christ, save thyself and us. | Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. |
| 40 | But the other answering, rebuked him, saying: Neither dost thou fear God, seeing thou art condemned under the same condemnation? | ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; |
| 41 | And we indeed justly, for we receive the due reward of our deeds; but this man hath done no evil. | καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. |
| 42 | And he said to Jesus: Lord, remember me when thou shalt come into thy kingdom. | καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
| 43 | And Jesus said to him: Amen I say to thee, this day thou shalt be with me in paradise. | καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |
| 44 | And it was almost the sixth hour; and there was darkness over all the earth until the ninth hour. | Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος, |
| 45 | And the sun was darkened, and the veil of the temple was rent in the midst. | καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· |
| 46 | And Jesus crying out with a loud voice, said: Father, into thy hands I commend my spirit. And saying this, he gave up the ghost. | καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. |
| 47 | Now the centurion, seeing what was done, glorified God, saying: Indeed this was a just man. | ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. |
| 48 | And all the multitude of them that were come together to that sight, and saw the things that were done, returned striking their breasts. | καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. |
| 49 | And all his acquaintance, and the women that had followed him from Galilee, stood afar off, beholding these things. | εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. |
| 50 | And behold there was a man named Joseph, who was a counsellor, a good and just man, | Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος — |
| 51 | (The same had not consented to their counsel and doings;) of Arimathea, a city of Judea; who also himself looked for the kingdom of God. | οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν — ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, |
| 52 | This man went to Pilate, and begged the body of Jesus. | οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, |
| 53 | And taking him down, he wrapped him in fine linen, and laid him in a sepulchre that was hewed in stone, wherein never yet any man had been laid. | καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· |
| 54 | And it was the day of the Parasceve, and the sabbath drew on. | καὶ ἡμέρα ἦν παρασκευή, σάββατον ἐπέφωσκε. |
| 55 | And the women that were come with him from Galilee, following after, saw the sepulchre, and how his body was laid. | Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, |
| 56 | And returning, they prepared spices and ointments; and on the sabbath day they rested, according to the commandment. | ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν. |
