Comparison
Leviticus 24
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord spoke to Moses, saying: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 2 | Command the children of Israel, that they bring unto thee the finest and dearest oil of olives, to furnish the lamps continually, | ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διαπαντὸς, |
| 3 | Without the veil of the testimony in the tabernacle of the covenant. And Aaron shall set them from evening until morning before the Lord, by a perpetual service and rite in your generations. | ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον Κυρίου ἐνδελεχῶς, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. |
| 4 | They shall be set upon the most pure candlestick before the Lord continually. | Ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τοπρωΐ. |
| 5 | Thou shalt take also fine hour, and shalt bake twelve leaves thereof, two tenths shall be in every loaf: | Καὶ λήμψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. |
| 6 | And thou shalt set them six and six one against another upon the most clean table before the Lord: | Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. |
| 7 | And thou shalt put upon them the dearest frankincense, that the bread may be for a memorial of the oblation of the Lord. | Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ. |
| 8 | Every sabbath they shall be changed before the Lord, being received of the children of Israel by an everlasting covenant: | Τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον. |
| 9 | And they shall be Aaron’s and his sons’, that they may eat them in the holy place: because it is most holy of the sacrifices of the Lord by a perpetual right. | Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίῳν τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον. |
| 10 | And behold there went out the son of a woman of Israel, whom she had of an Egyptian, among the children of Israel, and fell at words in the camp with a man of Israel. | Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλίτιδος, καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλίτης. |
| 11 | And when he had blasphemed the name, and had cursed it, he was brought to Moses: (now his mother was called Salumith, the daughter of Dabri, of the tribe of Dan:) | Καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλίτιδος τὸ ὄνομα κατηράσατο· καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν. |
| 12 | And they put him into prison, till they might know what the Lord would command. | Καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου. |
| 13 | And the Lord spoke to Moses, | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 14 | Saying: Bring forth the blasphemer without the camp, and let them that heard him, put their hands upon his head, and let all the people stone him. | ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή. |
| 15 | And thou shalt speak to the children of Israel: the man that curseth his God, shall bear his sin: | Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται. |
| 16 | And he that blasphemeth the name of the Lord, dying let him die: all the multitude shall stone him, whether he be a native or a stranger. He that blasphemeth the name of the Lord, dying let him die. | Ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω. |
| 17 | He that striketh and killeth a man, dying let him die. | Καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. |
| 18 | He that killeth a beast, shall make it good, that is to say, shall give beast for beast. | Καὶ ὃς ἂν πατάξῃ κτῆνος, καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς. |
| 19 | He that giveth a blemish to any of his neighbours: as he hath done, so shall it be done to him: | Καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· |
| 20 | Breach for breach, eye for eye, tooth for tooth, shall he restore. What blemish he gave, the like shall he be compelled to suffer. | Σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ. |
| 21 | He that striketh a beast, shall render another. He that striketh a man shall be punished. | Ὃς ἂν πατάξῃ ἄνθρωπον, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. |
| 22 | Let there be equal judgment among you, whether he be a stranger, or a native that offends: because I am the Lord your God. | Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. |
| 23 | And Moses spoke to the children of Israel: and they brought forth him that had blasphemed, without the camp, and they stoned him. And the children of Israel did as the Lord had commanded Moses. | Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. |
