Comparison
Jeremiah 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Strengthen yourselves, ye sons of Benjamin, in the midst of Jerusalem, and sound the trumpet in Thecua, and set up the standard over Bethacarem: for evil is seen out of the north, and a great destruction. | Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ Βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται· |
| 2 | I have likened the daughter of Sion to a beautiful and delicate woman. | καὶ ἀφαιρεθήσεται τὸ ὕψος θύγατερ Σιών. |
| 3 | The shepherds shall come to her with their flocks: they have pitched their tents against her round about: every one shall feed them that are under his hand. | Εἰς αὐτὴν ἥξουσι ποιμένες, καὶ τὰ ποίμνια αὐτῶν· καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. |
| 4 | Prepare ye war against her: arise, and let us go up at midday: woe unto us, for the day is declined, for the shadows of the evening are grown longer. | Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας. |
| 5 | Arise, and let us go up in the night, and destroy her houses. | Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. |
| 6 | For thus saith the Lord of hosts: Hew down her trees, cast up a trench about Jerusalem: this is the city to be visited, all oppression is in the midst of her. | Ὅτι τάδε λέγει Κύριος, ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ. |
| 7 | As a cistern maketh its water cold, so hath she made her wickedness cold: violence and spoil shall be heard in her, infirmity and stripes are continually before me. | Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. |
| 8 | Be thou instructed, O Jerusalem, lest my soul depart from thee, lest I make thee desolate, a land uninhabited. | Πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικισθῇ. |
| 9 | Thus saith the Lord of hosts: They shall gather the remains of Israel, as in a vine, even to one cluster: turn back thy hand, as a grape gatherer into the basket. | Ὅτι τάδε λέγει Κύριος, καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραὴλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. |
| 10 | To whom shall I speak? and to whom shall I testify, that he may hear? behold, their ears are uncircumcised, and they cannot hear: behold the word of the Lord is become unto them a reproach: and and they will not receive it. | Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτό. |
| 11 | Therefore am I full of the fury of the Lord, I am weary with holding in: pour it out upon the child abroad, and upon the council of the young men together: for man and woman shall be taken, the ancient and he that is full of days. | Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν. |
| 12 | And their houses shall be turned over to others, with their lands and their wives together: for I will stretch for my hand upon the inhabitants of the land, saith the Lord. | Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπιτοαυτό· ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος. |
| 13 | For from the least of them even to the greatest, all are given to covetousness: and from the prophet even to the priest, all are guilty of deceit. | Ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ. |
| 14 | And they healed the breach of the daughter of my people disgracefully, saying: Peace, peace: and there was no peace. | Καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου, ἐξουθενοῦντες καὶ λέγοντες, εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη; |
| 15 | They were confounded, because they committed abomination: yea, rather they were not confounded with confusion, and they knew not how to blush: wherefore they shall fall among them that fall: in the time of their visitation they shall fall down, saith the Lord. | Κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διατοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος. |
| 16 | Thus saith the Lord: Stand ye on the ways, and see and ask for the old paths which is the good way, and walk ye in it: and you shall find refreshment for your souls. And they said: we will not walk. | Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα. |
| 17 | And I appointed watchmen over you, saying: Hearken ye to the sound of the trumpet. And they said: We will not hearken. | Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. |
| 18 | Therefore hear, ye nations, and know, O congregation, what great things I will do to them. | Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. |
| 19 | Hear, O earth: Behold I will bring evils upon this people, the fruits of their own thoughts: because they have not heard my words, and they have cast away my law. | Ἄκουε γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. |
| 20 | To what purpose do you bring me frankincense from Saba, and the sweet smelling cane from a far country? your holocausts are not acceptable, nor are your sacrifices pleasing to me. | Ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. |
| 21 | Therefore thus saith the Lord: Behold, I will bring destruction upon this people, by which fathers and sons together shall fall, neighbor and kinsman shall perish. | Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσι πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. |
| 22 | Thus saith the Lord: Behold a people cometh from the land of the north, and a great nation shall rise up from the ends of the earth. | Τάδε λέγει Κύριος, ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς. |
| 23 | They shall lay hold on arrow and shield: they are cruel, and will have no mercy. Their voice shall roar like the sea: and they shall mount upon horses, prepared as men for war, against thee, O daughter of Sion. | Τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφʼ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σὲ, θύγατερ Σιών. |
| 24 | We have heard the fame thereof, our hands grow feeble: anguish hath taken hold of us, as a woman in labor. | Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. |
| 25 | Go not out into the fields, nor walk in the highway: for the sword of the enemy, and fear is on every side. | Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν. |
| 26 | Gird thee with sackcloth, O daughter of my people, and sprinkle thee with ashes: make thee mourning as for an only son, a bitter lamentation, because the destroyer shall suddenly come upon us. | Θύγατερ λαοῦ μου περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποιήσαι σεαυτῇ κοπετὸν οἰκτρὸν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφʼ ὑμᾶς. |
| 27 | I have set thee for a strong trier among my people: and thou shalt know and prove their way. | Δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν, |
| 28 | All of these princes go out of the way, they walk deceitfully, they are brass and iron: they are all corrupted. | πάντες ἀνήκοοι πορεύομενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν. |
| 29 | The bellows have failed, the lead is consumed in the fire, the founder hath melted in vain: for their wicked deeds are not consumed. | Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. |
| 30 | Call them reprobate silver, for the Lord hath rejected them. | Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος. |
