Comparison
Jeremiah 42
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1LXX 49:1 | Then all the captains of the warriors, and Johanan the son of Caree, and Jezonias the son of Osaias, and the rest of the people from the least to the greatest came near: | Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, καὶ Ἰωάναν, καὶ Ἀζαρίας υἱὸς Μαασαίου, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, |
| 2LXX 49:2 | And they said to Jeremias the prophet: Let our supplication fall before thee: and pray thou for us to the Lord thy God for all this remnant, for we are left but a few of many, as thy eyes do behold us. | πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ εἶπαν αὐτῷ, πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι. |
| 3LXX 49:3 | And let the Lord thy God shew us the way by which we may walk, and the thing that we must do. | Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν. |
| 4LXX 49:4 | And Jeremias the prophet said to them: I have heard you: behold I will pray to the Lord your God according to your words: and whatsoever thing he shall answer me, I will declare it to you: and I will hide nothing from you. | Καὶ εἶπεν αὐτοῖς Ἱερεμίας, ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεὸς, ἁναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα. |
| 5LXX 49:5 | And they said to Jeremias: The Lord be witness between us of truth and faithfulness, if we do not according to every thing for which the Lord thy God shall send thee to us. | Καὶ αὐτοὶ εἶπαν τῷ Ἱερεμίᾳ, ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν. |
| 6LXX 49:6 | Whether it be good or evil, we will obey the voice of the Lord our God, to whom me send thee: that it may be well with us when we shall hearken to the voice of the Lord our God. | Καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακὸν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. |
| 7LXX 49:7 | Now after ten days, the word of the Lord came to Jeremias. | Καὶ ἐγενήθη μεθʼ ἡμέρας δέκα, ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν. |
| 8LXX 49:8 | And he called Johanan the son of Caree, and all the captains of the fighting men that were with him, and all the people from the least to the greatest. | Καὶ ἐκάλεσε τὸν Ἰωάναν, καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως, καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, |
| 9LXX 49:9 | And he said to them: Thus saith the Lord the God of Israel, to whom you sent me, to present your supplications before him: | καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος, |
| 10LXX 49:10 | If you will be quiet and remain in this land, I will build you up, and not pull you down: I will plane you, and not pluck you up: for now I am appeased for the evil that I have done to you. | ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτιλῶ, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν. |
| 11LXX 49:11 | Fear not because of the king of Babylon, of whom you are greatly afraid: fear him not, saith the Lord: for I am with you, to save you, and to deliver you from his hand. | Μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε· ἀπὸ προσώπου αὐτοῦ μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ, ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν. |
| 12LXX 49:12 | And I will shew mercies to you, and will take pity on you, and will cause you to dwell in your own land. | Καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. |
| 13LXX 49:13 | But if you say: We will not dwell in this land, neither will we hearken to the voice of the Lord our God, | Καὶ εἰ λέγετε ὑμεῖς, οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, |
| 14LXX 49:14 | Saying: No, but we will go into the land of Egypt: where we shall see no war, nor hear the sound of the trumpet, nor suffer hunger: and there we will dwell. | ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν· |
| 15LXX 49:15 | For this now hear the word of the Lord, ye remnant of Juda: Thus saith the Lord of hosts, the God of Israel: If you set your faces to go into Egypt, and enter in to dwell there: | διατοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος, ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον, καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, |
| 16LXX 49:16 | The sword which you fear, shall overtake you there in the land of Egypt: and the famine, whereof you are afraid, shall cleave to you in Egypt, and there you shall die. | καὶ ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. |
| 17LXX 49:17 | And all the men that set their faces to go into Egypt, to dwell there, shall die by the sword, and by famine, and by pestilence: none of them shall remain, nor escape from the face of the evil that I will bring upon them. | Καὶ ἔσονται πάντες οἱ ἄνθρωποι, καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ, καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐδεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτούς. |
| 18LXX 49:18 | For thus saith the Lord of hosts, the God of Israel: As my anger and my indignation hath been kindled against the inhabitants of Jerusalem: so shall my indignation be kindled against you, when you shall enter into Egypt, and you shall be an execration, and an astonishment, and a curse, and a reproach: and you shall see this place no more. | Ὅτι οὕτως εἶπε Κύριος, καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑποχείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον. |
| 19LXX 49:19 | This is the word of the Lord concerning you, O ye remnant of Juda: Go ye not into Egypt: know certainly that I have adjured you this day. | Ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον· καὶ νῦν γνόντες γνώσεσθε, |
| 20LXX 49:20 | For you have deceived your own souls: for you sent me to the Lord our God, saying: Pray for us to the Lord our God, and according to all that the Lord our God shall say to thee, so declare unto us, and we will do it. | ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν, ἀποστείλαντές με, λέγοντες, πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσει σοι Κύριος ποιήσομεν. |
| 21LXX 49:21 | And now I have declared it to you this day, and; you have not obeyed the voice of the Lord your God, with regard to all the things for which he hath sent me to you. | Καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς. |
| 22LXX 49:22 | Now therefore know certainly that you shall die by the sword, and by famine, and by pestilence in the place to which you desire to go to dwell there. | Καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ. |
