Comparison
Ezra 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now these are the chiefs of families, and the genealogy of them, who came up with me from Babylon in the reign of Artaxerxes the king. | Καὶ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετʼ ἐμοῦ ἐν βασιλείᾳ Ἀρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος. |
| 2 | Of the sons of Phinees, Gersom. Of the sons of Ithamar, Daniel. Of the sons of David, Hattus. | Ἀπὸ υἱῶν Φινεὲς, Γηρσών· ἀπὸ υἱῶν Ἰθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυὶδ, Ἀττούς. |
| 3 | Of the sons of Sechenias, the son of Pharos, Zacharias, and with him were numbered a hundred and fifty men. | Ἀπὸ υἱῶν Σαχανία, καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας, καὶ μετ αὐτοῦ τὸ συστρεμμα ἑκατὸν καὶ πεντήκοντα. |
| 4 | Of the sons of Phahath Moab, Eleoenai the son of Zareha, and with him two hundred men. | Ἀπὸ υἱῶν Φαὰθ Μωὰβ, Ἐλιανὰ υἱὸς Σαραΐα, καὶ μετʼ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά. |
| 5 | Of the sons of Sechenias, the son of Ezechiel, and with him three hundred men. | Καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς Ἀζιὴλ, καὶ μετʼ αὐτοῦ τριακόσια τὰ ἀρσενικά. |
| 6 | Of the sons of Adan, Abed the son of Jonathan, and with him fifty men. | Καὶ ἀπὸ τῶν υἱῶν Ἀδὶν, Ὠβὴθ υἱὸς Ἰωνάθαν, καὶ μετʼ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά. |
| 7 | Of the sons of Alam, Isaias the son of Athalias, and with him seventy men. | Καὶ ἀπὸ υἱῶν Ἠλὰμ, Ἰσαΐας υἱὸς Ἀθελία, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά. |
| 8 | Of the sons of Saphatia: Zebodia the son of Michael, and with him eighty men. | Καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ, καὶ μετʼ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά. |
| 9 | Of the sons of Joab, Obedia the son of Jahiel, and with him two hundred and eighteen men. | Καὶ ἀπὸ υἱῶν Ἰωὰβ, Ἀβαδία υἱὸς Ἰεϊὴλ, καὶ μετʼ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά. |
| 10 | Of the sons of Selomith, the son of Josphia, and with him a hundred and sixty men. | Καὶ ἀπὸ τῶν υἱῶν Βαανὶ, Σελιμοὺθ υἱὸς Ἰωσεφία, καὶ μετʼ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά. |
| 11 | Of the sons of Bebai, Zacharias the son of Bebai: and with him eight and twenty men. | Καὶ ἀπὸ υἱῶν Βαβὶ, Ζαχαρίας υἱὸς Βαβὶ, καὶ μετʼ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά. |
| 12 | Of the sons of Azgad, Joanan the son of Eccetan, and with him a hundred and ten men. | Καὶ ἀπὸ υἱῶν Ἀσγὰδ, Ἰωανὰν υἱὸς Ἀκκατὰν, καὶ μετʼ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά. |
| 13 | Of the sons of Adonicam, who were the last: and these are their names: Eliphelet, and Jehiel, and Samaias, and with them sixty men. | Καὶ ἀπὸ υἱῶν Ἀδωνικὰμ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Ἐλιφαλὰτ, Ἰεὴλ, καὶ Σαμαΐα, καὶ μετʼ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά. |
| 14 | Of the sons of Begui, Uthai and Zachur, and with them seventy men. | Καὶ ἀπὸ υἱῶν Βαγουαῒ, Οὐθαῒ καὶ Ζαβοὺδ, καὶ μετʼ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά. |
| 15 | And I gathered them together to the river, which runneth down to Ahava, and we stayed there three days: and I sought among the people and among the priests for the sons of Levi, and found none there. | Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐὶ, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς· καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ. |
| 16 | So I sent Eliezer, and Ariel, and Semeias, and Elnathan, and Jarib, and another Elnathan, and Nathan, and Zacharias, and Mosollam, chief men: and Joiarib, and Elnathan, wise men. | Καὶ ἀπέστειλα τῷ Ἐλεάζαρ, τῷ Ἀριὴλ, τῷ Σεμεΐᾳ, καὶ τῷ Ἀλωνὰμ, καὶ τῷ Ἰαρὶβ, καὶ τῷ Ἐλνάθαμ, καὶ τῷ Νάθαν, καὶ τῷ Ζαχαρίᾳ, καὶ τῷ Μεσολλὰμ, καὶ τῷ Ἰωαρὶμ, καὶ τῷ Ἐλνάθαν, συνιέντας. |
| 17 | And I sent them to Eddo, who is chief in the place of Chasphia, and I put in their mouth the words that they should speak to Eddo, and his brethren the Nathinites in the place of Chasphia, that they should bring us ministers of the house of our God. | Καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου, καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τῶν Ἀθινεὶμ ἐν ἀργυρίῳ τοῦ τόπου, τοῦ ἐνέγκαι ἡμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν. |
| 18 | And by the good hand of our God upon us, they brought us a most learned man of the sons of Moholi the son of Levi the son of Israel, and Sarabias and his sons, and his brethren eighteen, | Καὶ ἤλθοσαν ἡμῖν ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφʼ ἡμᾶς, ἀνὴρ σαχὼν ἀπὸ υἱῶν Μοολὶ, υἱοῦ Λευὶ, υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ· |
| 19 | And Hasabias, and with him Isaias of the sons of Merari, and his brethren, and his sons twenty. | Καὶ τὸν Ἀσεβία, καὶ τὸν Ἰσαΐα ἀπὸ τῶν υἱῶν Μεραρὶ, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι. |
| 20 | And of the Nathinites, whom David, and the princes gave for the service of the Levites, Nathinites two hundred and twenty: all these were called by their names. | Καὶ ἀπὸ τῶν Ναθινὶμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, Ναθινὶμ διακόσιοι εἴκοσι, πάντες συνήχθησαν ἐν ὀνόμασι. |
| 21 | And I proclaimed there a fast by the river Ahava, that we might afflict ourselves before the Lord our God, and might ask of him a right way for us and for our children, and for all our substance. | Καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Ἀουὲ, τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ ὁδὸν εὐθείαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν· |
| 22 | For I was ashamed to ask the king for aid and for horsemen, to defend us from the enemy in the way: because we had said to the king: The hand of our God is upon all them that seek him in goodness: and his power and strength, and wrath upon all them that forsake him. | Ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ, λέγοντες, χεὶρ τοῦ Θεου ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν· καὶ κράτος αὐτοῦ, καὶ θυμὸς αὐτοῦ, ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν. |
| 23 | And we fasted, and besought our God for this: and it fell out prosperously unto us. | Καὶ ἐνηστεύσαμεν, καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν. |
| 24 | And I separated twelve of the chief of the priests, Sarabias, and Hasabias, and with them ten of their brethren, | Καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ Ἀσαβία, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα. |
| 25 | And I weighed unto them the silver and gold, and the vessels consecrated for the house of our God, which the king and his counsellors, and his princes, and all Israel, that were found had offered. | Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι. |
| 26 | And I weighed to their hands six hundred and fifty talents of silver, and a hundred vessels of silver, and a hundred talents of gold, | Καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατὸν, καὶ τάλαντα χρυσίου ἑκατὸν, |
| 27 | And twenty cups of gold, of a thousand solids, and two vessels of the best shining brass, beautiful as gold. | καὶ χαφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ. |
| 28 | And I said to them: You are the holy ones of the Lord, and the vessels are holy, and the silver and gold, that is freely offered to the Lord the God of our fathers. | Καὶ εἶπα πρὸς αὐτοὺς, ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν. |
| 29 | Watch ye and beep them, till you deliver them by weight before the chief of the priests, and of the Levites, and the heads of the families of Israel in Jerusalem, into the treasure of the house of the Lord. | Ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἱερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου. |
| 30 | And the priests and the Levites received the weight of the silver and gold, and the vessels, to carry them to Jerusalem to the house of our God. | Καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἱερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν. |
| 31 | Then we set forward from the river Ahava on the twelfth day of the first month to go to Jerusalem: and the hand of our God was upon us, and delivered us from the hand of the enemy, and of such as lay in wait by the way. | Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἀουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἱερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ. |
| 32 | And we came to Jerusalem, and we stayed there three days. | Καὶ ἤλθομεν εἰς Ἱερουσαλὴμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς. |
| 33 | And on the fourth day the silver and the gold, and the vessels were weighed in the house of our God by the hand of Meremoth the son of Urias the priest, and with him was Eleazar the son of Phinees, and with them Jozabad the son of Josue, and Noadaia the son of Benoi, Levites. | Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεάζαρ υἱὸς Φινεὲς, καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ, καὶ Νωαδία υἱὸς Βαναΐα οἱ Λευῖται. |
| 34 | According to the number and weight of every thing: and all the weight was written at that time. | Ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. |
| 35 | Moreover the children of them that had been carried away that were come out of the captivity, offered holocausts to the God of Israel, twelve calves for all the people of Israel, ninety-six rams, seventy-seven lambs, and twelve he goats for sin: all for a holocaust to the Lord. | Ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας, προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ Ἰσραὴλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραὴλ, κριοὺς ἐννενηκανταὲξ, ἀμνοὺς ἑβδομηκονταεπτὰ, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ· |
| 36 | And they gave the king’s edicts to the lords that were from the king’s court, and the governors beyond the river, and they furthered the people and the house of God. | Καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ. |
