Comparison
Ezra 7
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now after these things in the reign of Artaxerxes king of the Persians, Esdras the son of Saraias, the son of Azarias, the son of Helcias, | Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Ἀρθασασθὰ βασιλέως Περσῶν, ἀνέβη Ἔσδρας υἱὸς Σαραίου, υἱοῦ Ἀζαρίου, υἱοῦ Χελκία, |
| 2 | The son of Sellum, the son of Sadoc, the son of Achitob, | υἱοῦ Σελοὺμ, υἱοῦ Σαδδοὺκ, υἱοῦ Ἀχιτὼβ, |
| 3 | The son of Amarias, the son of Azarias, the son of Maraioth, | υἱοῦ Σαμαρία, υἱοῦ Ἐσριὰ, υἱοῦ Μαρεὼθ, |
| 4 | The son of Zarahias, the son of Ozi, the son of Bocci, | υἱοῦ Ζαραΐα, υἱοῦ Ὀζίου, υἱοῦ Βοκκὶ, |
| 5 | The son of Abisue, the son of Phinees, the son of Eleazar the son of Aaron the priest from the beginning. | υἱοῦ Ἀβισουὲ, υἱοῦ Φινεὲς, υἱοῦ Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου· |
| 6 | This Esdras went up from Babylon, and he was a ready scribe in the law of Moses, which the Lord God had given to Israel: and the king granted him all his request, according to the hand of the Lord his God upon him. | Αὐτὸς Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωκε Κύριος ὁ Θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς, ὅτι χεὶρ Κυρίου Θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός. |
| 7 | And there went up some of the children of Israel, and of the children of the priests, and of the children of the Levites, and of the singing men, and of the porters, and of the Nathinites to Jerusalem in the seventh year of Artaxerxes the king. | Καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἱερέων, καὶ ἀπὸ τῶν Λευιτῶν. καὶ οἱ ᾄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ, εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ. |
| 8 | And they came to Jerusalem in the fifth month, in the seventh year of the king. | Καὶ ἤλθοσαν εἰς Ἱερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ· |
| 9 | For upon the first day of the first month he began to go up from Babylon, and on the first day of the fifth month he came to Jerusalem according to the good hand of his God upon him. | Ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσε τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος· ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἱερουσαλὴμ, ὅτι χεὶρ Θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπʼ αὐτόν. |
| 10 | For Esdras had prepared his heart to seek the law of the Lord, and to do and to teach in Israel the commandments and judgment. | ὅτι Ἔσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον, καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίματα. |
| 11 | And this is the copy of the letter of the edict, which king Artaxerxes gave to Esdras the priest, the scribe instructed in the words and commandments of the Lord, and his ceremonies in Israel. | Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος, οὗ ἔδωκεν Ἀρθασασθὰ τῷ Ἔσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ. |
| 12 | Artaxerxes king of kings to Esdras the priest, the most learned scribe of the law of the God of heaven, greeting. | Ἀρθασασθὰ βασιλεὺς βασιλέων Ἔσδρᾳ γραμματεῖ νόμου Κυρίου τοῦ Θεοῦ τοῦ οὐρανοῦ· τετελέσθω λόγος καὶ ἡ ἀπόκρισις. |
| 13 | It is decreed by me, that all they of the people of Israel, and of the priests and of the Levites in my realm, that are minded to go into Jerusalem, should go with thee. | Ἀπʼ ἐμοῦ ἐτέθη γνώμη, ὅτι πᾶς ὁ ἑχουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ἱερουσαλὴμ, μετὰ σοῦ πορευθῆναι. |
| 14 | For thou art sent from before the king, and his seven counsellors, to visit Judea and Jerusalem according to the law of thy God, which is in thy hand. | Ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἱερουσαλὴμ νόμῳ Θεοῦ αὐτῶν τῷ ἐν χειρί σου· |
| 15 | And to carry the silver and gold, which the king and his counsellors have freely offered to the God of Israel, whose tabernacle is in Jerusalem. | Καὶ εἰς οἶκον Κυρίου, ἀργύριον καὶ χρυσίον, ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἑκουσιάσθησαν τῷ Θεῷ τοῦ Ἰσραὴλ τῷ ἐν Ἱερουσαλὴμ κατασκηνοῦντι. |
| 16 | And all the silver and gold that thou shalt find in all the province of Babylon, and that the people is willing to offer, and that the priests shall offer of their own accord to the house of their God, which is in Jerusalem, | Καὶ πᾶν ἀργύριον καὶ χρυσίον, ὅ, τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ, καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον Θεοῦ τὸν ἐν Ἱερουσαλήμ. |
| 17 | Take freely, and buy diligently with this money, calves, rams, lambs, with the sacrifices and libations of them, and offer them upon the altar of the temple of your God, that is in Jerusalem. | Καὶ πάντα προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριοὺς, ἀμνοὺς, καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τοῦ θυσιαστηρίου τοῦ οἴκου τοῦ Θεοῦ ὑμῶν τοῦ ἐν Ἱερουσαλήμ. |
| 18 | And if it seem good to thee, and to thy brethren to do any thing with the rest of the silver and gold, do it according to the will of your God. | Καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ Θεῷ ὑμῶν ποιήσατε. |
| 19 | The vessels also, that are given thee for the sacrifice of the house of thy God, deliver thou in the sight of God in Jerusalem. | Καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου Θεοῦ, παράδος ἐνώπιον τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ. |
| 20 | And whatsoever more there shall be need of for the house of thy God, how much soever thou shalt have occasion to spend, it shall be given out of the treasury, and the king’s exchequer, and by me. | Καὶ κατάλοιπον χρείας οἴκου Θεοῦ σου, ὃ ἂν φανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως καὶ ἀπʼ ἐμοῦ. |
| 21 | I Artaxerxes the king have ordered and decreed to all the keepers of the public chest, that are beyond the river, that whatsoever Esdras the priest, the scribe of the law of the God of heaven, shall require of you, you give it without delay, | Ἐγὼ Ἀρθασασθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ Θεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γινέσθω· |
| 22 | Unto a hundred talents of silver, and unto a hundred cores of wheat, and unto a hundred bates of wine, and unto a hundred bates of oil, and salt without measure. | ἕως ἀργυρίου ταλάντων ἑκατὸν, καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ ἕως οἶνου βατῶν ἑκατὸν, καὶ ἕως ἐλαίου βατῶν ἑκατὸν, καὶ ἅλας οὗ οὐκ ἔστι γραφή. |
| 23 | All that belongeth to the rites of the God of heaven, let it be given diligently in the house of the God of heaven: lest his wrath should be enkindled against the realm of the king, and of his sons. | Πᾶν ὅ ἐστιν ἐν γνώμῃ Θεοῦ τοῦ οὐρανοῦ, γινέσθω· προσέχετε μήτις ἐπιχειρήσῃ εἰς τὸν οἶκον Θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. |
| 24 | We give you also to understand concerning all the priests, and the Levites, and the singers, and the porters, and the Nathinites, and ministers of the house of this God, that you have no authority to impose toll or tribute, or custom upon them. | Καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, ᾄδουσι, πυλωροῖς, Ναθινὶμ, καὶ λειτουργοῖς οἴκου Θεοῦ τοῦτο, φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς. |
| 25 | And thou Esdras according to the wisdom of thy God, which is in thy hand, appoint judges and magistrates, that may judge all the people, that is beyond the river, that is, for them who know the law of thy God, yea and the ignorant teach ye freely. | Καὶ σὺ Ἔσδρα, ὡς ἡ σοφία τοῦ Θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτὰς, ἵνα ὦσι κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσι τοῖς εἰδόσι νόμον τοῦ Θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε. |
| 26 | And whosoever will not do the law of thy God, and the law of the king diligently, judgment shall be executed upon him, either unto death, or unto banishment, or to the confiscation of goods, or at least to prison. | Καὶ πὰς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ Θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς ζημίαν τοῦ βίου. ἐάν τε εἰς παράδοσιν. |
| 27 | Blessed be the Lord the God of our fathers, who hath put this in the king’s heart, to glorify the house of the Lord, which is in Jerusalem, | Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως οὕτως, τοῦ δοξάσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ, |
| 28 | And hath inclined his mercy toward me before the king and his counsellors, and all the mighty princes of the king: and I being strengthened by the hand of the Lord my God, which was upon me, gathered together out of Israel chief men to go up with me. | καὶ ἐπʼ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ, καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως, τῶν ἐπῃρμένων· καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ Θεοῦ ἡ ἀγαθὴ ἐπʼ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετʼ ἐμοῦ. |
