Comparison
Baruch 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | For the sins that you have committed before God, you shall be carried away captives into Babylon by Nabuchodonosor the king of Babylon. | ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ. |
| 2 | And when you are come into Babylon, you shall be there many years, and for a long time, even to seven generations: and after that I will bring you away from thence with peace. | Διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων. |
| 3 | But now, you shall see in Babylon gods of gold, and of silver, and of stone, and of wood borne upon shoulders, causing fear to the Gentiles. | Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν, ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης. |
| 4 | Beware therefore that you imitate not the doings of others, and be afraid, and the fear of them should seize upon you. | Νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν. |
| 5 | But when you see the multitude behind, and before, adoring them, say you in your hearts: Thou oughtest to be adored, O Lord. | Εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λὰβῃ ἐπʼ αὐτοῖς, ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά. |
| 6 | For my angel is with you: And I myself will demand an account of your souls. | Εἴπατε δὲ τῇ διανοίᾳ, σοὶ δεῖ προσκυνεῖν, δέσποτα. |
| 7 | For their tongue that is polished by the craftsman, and themselves laid over with gold and silver, are false things, and they cannot speak. | Ὁ γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. |
| 8 | And as if it were for a maiden that loveth to go gay: so do they take gold and make them up. | Γλῶσσα γὰρ αὐτῶν ἐστι κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶ, καὶ οὐ δύνανται λαλεῖν. |
| 9 | Their gods have golden crowns upon their heads: whereof the priests secretly convey away from them gold, and silver, and bestow it on themselves. | Καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον, κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν. |
| 10 | Yea and they give thereof to prostitutes, and they dress out harlots: and again when they receive it of the harlots, they adorn their gods. | Ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσι. |
| 11 | And these gods cannot defend themselves from the rust, and the moth. | Δώσουσι δὲ ἀπʼ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις· κοσμοῦσί τε αὐτοὺς, ὡς ἀνθρώπους, τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς, καὶ ξυλίνους. |
| 12 | But when they have covered them with a purple garment, they wipe their face because of the dust of the house, which is very much among them. | Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν. |
| 13 | This holdeth a sceptre as a man, as a judge of the country, but cannot put to death one that offendeth him. | Ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτὸν, ὅς ἐστι πλείων ἐπʼ αὐτοῖς. |
| 14 | And this hath in his hand a sword, or an axe, but cannot save himself from war, or from robbers, whereby be it known to you, that they are not gods. | Καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. |
| 15 | Therefore fear them not. For as a vessel that a man uses when it is broken becometh useless, even so are their gods: | Ἔχει δὲ ἐγχειρίδιον δεξιᾷ, καὶ πέλεκυν· ἑαυτὸν δὲ ἐκ πολέμον καὶ λῃστῶν οὐκ ἐξελεῖται. |
| 16 | When they are placed in the house, their eyes are full of dust by the feet of them that go in. | Ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς. |
| 17 | And as the gates are made sure on every side upon one that hath offended the king, or like a dead man carried to the grave, so do the priests secure the doors with bars and locks, lest they be stripped by thieves. | Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γῖνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις· οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. |
| 18 | They light candles to them, and in great number, of which they cannot see one: but they are like beams in the house. | Καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα, περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ· τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι. |
| 19 | And they say that the creeping things which are of the earth, gnaw their hearts, while they eat them and their garments, and they feel it not. | Λύχνους καίουσι, καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. |
| 20 | Their faces are black with the smoke that is made in the house. | Ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν, κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται· |
| 21 | Owls, and swallows, and other birds fly upon their bodies, and upon their heads, and cats in like manner. | Μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. |
| 22 | Whereby you may know that they are no gods. Therefore fear them not. | Ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες, καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. |
| 23 | The gold also which they have, is for shew, but except a man wipe off the rust, they will not shine: for neither when they were molten, did they feel it. | Ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά. |
| 24 | Men buy them at a high price, whereas there is no breath in them. | Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰὸν, οὐ μὴ στίλψωσιν, οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο. |
| 25 | And having not the use of feet they are carried upon shoulders, declaring to men how vile they are. Be they confounded also that worship them. | Ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστὶν, ἐν οἷς οὐκ ἔστι πνεῦμα. |
| 26 | Therefore if they fall to the ground, they rise not up again of themselves, nor if a man set them upright, will they stand by themselves, but their gifts shall be set before them, as to the dead. | Ἄνευ ποδῶν ἐπʼ ὤμοις φέρονταὶ, ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις. |
| 27 | The things that are sacrificed to them, their priests sell and abuse: in like manner also their wives take part of them, but give nothing of it either to the sick, or to the poor. | Αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ, διὰ τὸ, εἴποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ διʼ αὐτῶν ἀνίστασθαι, μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, διʼ ἑαυτοῦ κινηθήσεται, μητε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται. |
| 28 | The childbearing and menstruous women touch their sacrifices: knowing therefore by these things that they are not gods, fear them not. | Τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι, οὐτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι. |
| 29 | For how can they be called gods? because women set offerings before the gods of silver, and of gold, and of wood: | Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται· γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοὶ, μὴ φοβηθῆτε αὐτούς. |
| 30 | And priests sit in their temples, having their garments rent, and their heads and beards shaven, and nothing upon their heads. | Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασι θεοῖς ἀργυροῖς και χρυσοῖς καὶ ξυλίνοις. |
| 31 | And they roar and cry before their gods, as men do at the feast when one is dead. | Καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διεῤῥωγότας, καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν. |
| 32 | The priests take away their garments, and clothe their wives and their children. | Ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν, ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ. |
| 33 | And whether it be evil that one doth unto them, or good, they are not able to recompense it: neither can they set up a king nor put him down: | Ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς, ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία. |
| 34 | In like manner they can neither give riches, nor requite evil. If a man make a vow to them, and perform it not, they cannot require it. | Οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος, οὔτε ἐὰν ἀγαθὸν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται, οὔτε ἀφελέσθαι. |
| 35 | They cannot deliver a man from death nor save the weak from the mighty. | Ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν. |
| 36 | They cannot restore the blind man to his sight: nor deliver a man from distress. | Ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται. |
| 37 | They shall not pity the widow, nor do good to the fatherless. | Ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται. |
| 38 | Their gods, of wood, and of stone, and of gold, and of silver, are like the stones that are hewn out of the mountains: and they that worship them shall be confounded. | Χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσωσι. |
| 39 | How then is it to be supposed, or to be said, that they are gods? | Τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμὲνοι εἰσὶ τὰ ξύλινα, καὶ τὰ περίχρυσα, καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται. |
| 40 | Even the Chaldeans themselves dishonour them: who when they hear of one dumb that cannot speak, they present him to Bel, entreating him, that he may speak, | Πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά; |
| 41 | As though they could be sensible that have no motion themselves: and they, when they shall perceive this, will leave them: for their gods themselves have no sense. | Οἳ ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον, ἀξιοῦσι φωνῆσαι, ὠς δυνατοῦ ὄντος αὐτοῦ αἰσθὲσθαι. |
| 42 | The women also with cords about them, sit in the ways, burning olive stones. | Καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτὰ, αἴσθησιν γὰρ οὐκ ἐχουσιν. |
| 43 | And when any one of them, drawn away by some passenger, lieth with him, she upbraideth her neighbour, that she was not thought as worthy as herself, nor her cord broken. | Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινὶα, ἐν ταῖς ὁδοῖς ἐγκάθηνται, θυμιῶσαι τὰ πίτυρα· ὅτας δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ, οὔτε τὸ σχοινίον αὐτῆς διεῤῥάγη. |
| 44 | But all things that are done about them, are false: how is it then to be thought, or to be said, that they are gods? | Πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν; |
| 45 | And they are made by workmen, and by goldsmiths. They shall be nothing else but what the priests will have them to be. | Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γὲνηται, ἢ ὃ βούλονται οἱ τεχνίται αὐτὰ γενέσθαι. |
| 46 | For the artificers themselves that make them, are of no long continuance. Can those things then that are made by them be gods? | Αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα; |
| 47 | But they have left false things and reproach to them that come after. | Κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. |
| 48 | For when war cometh upon them, or evils, the priests consult with themselves where they may hide themselves with them. | Ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακὰ, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς, ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν. |
| 49 | How then can they be thought to be gods, that can neither deliver themselves from war, nor save themselves from evils? | Πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσί θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου, οὔτε ἐκ κακῶν; |
| 50 | For seeing they are but of wood, and laid over with gold, and with silver, it shall be known hereafter that they are false things, by all nations and kings: and it shall be manifest that they are no gods, but the work of men’s hands, and that there is no work of God in them. | Ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα, γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ. |
| 51 | Whence therefore is it known that they are not gods, but the work of men’s hands, and no work of God is in them? | Τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὃτι οὐκ εἰσὶ θεοὶ, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι. |
| 52 | They cannot set up a king over the land, nor give rain to men. | Τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶ θεοί; |
| 53 | They determine no causes, nor deliver countries from oppression; because they can do nothing, and are as daws between heaven and earth. | Βασιλὲα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι. |
| 54 | For when fire shall fall upon the house of these gods of wood, and of silver, and of gold, their priests indeed will flee away, and be saved: but they themselves shall be burnt in the midst like beams. | Κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ ῥύσωνται ἀδίκημα, ἀδὺνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. |
| 55 | And they cannot withstand a king and war. How then can it be supposed, or admitted that they are gods? | Καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται. |
| 56 | Neither are these gods of wood, and of stone, and laid over with gold, and with silver, able to deliver themselves from thieves or robbers: they that are stronger than them, | Βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι· πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί; |
| 57 | Shall take from them the gold, and silver, and the raiment wherewith they are clothed, and shall go their way, neither shall they help themselves. | Οὔτε ἀπὸ κλεπτῶν, οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινον, καὶ περιάργυροι, καὶ περίχρυσοι· |
| 58 | Therefore it is better to be a king that sheweth his power: or else a profitable vessel in the house, with which the owner thereof will be well satisfied: or a door in the house, to keep things safe that are therein, than such false gods. | ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν. |
| 59 | The sun, and the moon, and the stars being bright, and sent forth for profitable uses, are obedient. | Ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν, ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφʼ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα, ἢ οἱ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις, ἤ οἱ ψευδεῖς θεοί. |
| 60 | In like manner the lightning, when it breaketh forth, is easy to be seen: and after the same manner the wind bloweth in every country. | Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ, καὶ ἀποστελλόμενα ἐπὶ χρείας, εὐήκοά εἰσιν. |
| 61 | And the clouds when God commandeth them to go over the whole world, do that which is commanded them. | Ὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ. |
| 62 | The fire also being sent from above to consume mountains and woods, doth as it is commanded. But these neither in shew, nor in power are like to any one of them. | Καὶ νεφέλαις ὅταν ἐπιταγῆ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐπιπορεύεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν. |
| 63 | Wherefore it is neither to be thought, nor to be said, that they are gods: since they are neither able to judge causes, nor to do any good to men. | Τό, τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς, ποιεῖ τὸ συνταχθὲν· ταῦτα δὲ οὔτε ταῖς εἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν. |
| 64 | Knowing therefore that they are not gods, fear them not. | Ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κλητέον κρίναι, οὔτε εὖ ποιῆσαι ἀνθρώποις. |
| 65 | For neither can they curse kings, nor bless them. | Γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς· |
| 66 | Neither do they shew signs in the heaven to the nations, nor shine as the sun, nor give light as the moon. | Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται, οὔτε μὴ εὐλογήσωσι. |
| 67 | Beasts are better than they, which can fly under a covert, and help themselves. | Σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὔτε φωτιοῦσιν ὡς ἡ σελήνη. |
| 68 | Therefore there is no manner of appearance that they are gods: so fear them not. | Τὰ θηρία αὐτῶν ἐστι κρείττω, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι. |
| 69 | For as a scarecrow in a garden of cucumbers keepeth nothing, so are their gods of wood, and of silver, and laid over with gold. | Κατʼ οὐδένα οὖν τρόπον ἡμῖν ἑστι φανερὸν ὅτι εἰσὶ θεοί· διὸ μὴ φοβηθῆτε αὐτούς. |
| 70 | They are no better than a white thorn in a garden, upon which every bird sitteth. In like manner also their gods of wood, and laid over with gold, and with silver, are like to a dead body cast forth in the dark. | Ὥσοερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσι ξύλινοι καὶ περίχρυσον καὶ περιάργυροι. |
| 71 | By the purple also and the scarlet which are motheaten upon them, you shall know that they are not gods. And they themselves at last are consumed, and shall be a reproach in the country. | τὸν αὐτὸν τρόπον καὶ τῇ. ἐν κήπῳ ῥάμνῳ, ἐφʼ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐῤῥιμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. |
| 72 | Better therefore is the just man that hath no idols: for he shall be far from reproach. | Ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ. |
