Comparison
2 Corinthians 6
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | And we helping do exhort you, that you receive not the grace of God in vain. | Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς — |
| 2 | For he saith: In an accepted time have I heard thee; and in the day of salvation have I helped thee. Behold, now is the acceptable time; behold, now is the day of salvation. | λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας — |
| 3 | Giving no offence to any man, that our ministry be not blamed: | μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, |
| 4 | But in all things let us exhibit ourselves as the ministers of God, in much patience, in tribulation, in necessities, in distresses, | ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, |
| 5 | In stripes, in prisons, in seditions, in labours, in watchings, in fastings, | ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, |
| 6 | In chastity, in knowledge, in longsuffering, in sweetness, in the Holy Ghost, in charity unfeigned, | ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, |
| 7 | In the word of truth, in the power of God; by the armour of justice on the right hand and on the left; | ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, |
| 8 | By honour and dishonour, by evil report and good report; as deceivers, and yet true; as unknown, and yet known; | διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, |
| 9 | As dying, and behold we live; as chastised, and not killed; | ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, |
| 10 | As sorrowful, yet always rejoicing; as needy, yet enriching many; as having nothing, and possessing all things. | ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. |
| 11 | Our mouth is open to you, O ye Corinthians, our heart is enlarged. | Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· |
| 12 | You are not straitened in us, but in your own bowels you are straitened. | οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· |
| 13 | But having the same recompense, (I speak as to my children,) be you also enlarged. | τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. |
| 14 | Bear not the yoke with unbelievers. For what participation hath justice with injustice? Or what fellowship hath light with darkness? | Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; |
| 15 | And what concord hath Christ with Belial? Or what part hath the faithful with the unbeliever? | τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; |
| 16 | And what agreement hath the temple of God with idols? For you are the temple of the living God; as God saith: I will dwell in them, and walk among them; and I will be their God, and they shall be my people. | τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. |
| 17 | Wherefore, Go out from among them, and be ye separate, saith the Lord, and touch not the unclean thing: | διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, |
| 18 | And I will receive you; and I will be a Father to you; and you shall be my sons and daughters, saith the Lord Almighty. | καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. |
