Collatio
Iudith 11
Vulgata Clementina et Septuaginta (editio Sixtina, 1587), versu post versum.
| Vulgata Clementina | Septuaginta (editio Sixtina, 1587) | |
|---|---|---|
| 1 | Tunc Holofernes dixit ei: Aequo animo esto, et noli pavere in corde tuo: quoniam ego numquam nocui viro qui voluit servire Nabuchodonosor regi: | Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης, θάρσησον γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς. |
| 2 | populus autem tuus, si non contempsisset me, non levassem lanceam meam super eum. | Καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπʼ αὐτοὺς, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα. |
| 3 | Nunc autem dic mihi, qua ex causa recessisti ab illis, et placuit tibi ut venires ad nos? | Καὶ νῦν λέγε μοι, τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν, καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ, καὶ εἰς τὸ λοιπόν. |
| 4 | Et dixit illi Iudith: Sume verba ancillae tuae, quoniam si secutus fueris verba ancillae tuae, perfectam rem faciet Dominus tecum. | Οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλʼ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ. |
| 5 | Vivit enim Nabuchodonosor rex terrae, et vivit virtus eius, quae est in te ad correptionem omnium animarum errantium: quoniam non solum homines serviunt illi per te, sed et bestiae agri obtemperant illi. | Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ, δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ. |
| 6 | Nuntiatur enim animi tui industria universis gentibus, et indicatum est omni saeculo quoniam tu solus bonus et potens es in omni regno eius: et disciplina tua omnibus provinciis praedicatur. | Καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεὸς, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ. |
| 7 | Nec hoc latet, quod locutus est Achior, nec illud ignoratur, quod ei iusseris evenire. | Ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς, καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ, καὶ πάντα τὸν οἶκον αὐτοῦ. |
| 8 | Constat enim Deum nostrum sic peccatis offensum, ut mandaverit per prophetas suos ad populum quod tradat eum pro peccatis suis. | Ἠκούσαμεν γὰρ τὴν σοφίαν σου, καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ, ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ, καὶ δυνατὸς ἐν ἐπιστήμῃ, καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου. |
| 9 | Et quoniam sciunt se offendisse Deum suum filii Israël, tremor tuus super ipsos est. | Καὶ νῦν ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρείᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βετυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησε παρὰ σοί. |
| 10 | Insuper etiam fames invasit eos, et ab ariditate aquae iam inter mortuos computantur. | Διὸ, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομφαία ἐπʼ αὐτοὺς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν. |
| 11 | Denique hoc ordinant, ut interficient pecora sua, et bibant sanguinem eorum: | Καὶ νῦν ἵνα μὴ γένηται ὁ κύριός μου εκβολος καὶ ἄπρακτος, καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν. |
| 12 | et sancta Domini Dei sui, quae praecepit Deus non contingi, in frumento, vino, et oleo, haec cogitaverunt impendere, et volunt consumere quae nec manibus deberent contingere: ergo quoniam haec faciunt, certum est quod in perditionem dabuntur. | Ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα, καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν, καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι. |
| 13 | Quod ego ancilla tua cognoscens, fugi ab illis, et misit me Dominus haec ipsa nuntiare tibi. | Καὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν Ἱερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶ καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ. |
| 14 | Ego enim ancilla tua Deum colo, etiam nunc apud te: et exiet ancilla tua, et orabo Deum, | Καὶ ἀπεστάλκασιν εἰς Ἱερουσαλὴμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετοικίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας. |
| 15 | et dicet mihi quando eis reddat peccatum suum, et veniens nuntiabo tibi, ita ut ego adducam te per mediam Ierusalem, et habebis omnem populum Israël, sicut oves quibus non est pastor, et non latrabit vel unus canis contra te: | Καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
| 16 | quoniam haec mihi dicta sunt per providentiam Dei, | Ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα, ἀπέδρων ἀπὸ προσώπου αὐτῶν· καὶ ἀπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφʼ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά. |
| 17 | et quoniam iratus est illis Deus, haec ipsa missa sum nuntiare tibi. | Ὅτι ἡ δούλη σου θεοσεβής ἐστι, καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν Θεόν· καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν· |
| 18 | Placuerunt autem omnia verba haec coram Holoferne, et coram pueris eius, et mirabantur sapientiam eius, et dicebant alter ad alterum: | καὶ ἐλθοῦσα προσανοίσω σοι· ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν. |
| 19 | Non est talis mulier super terram in aspectu, in pulchritudine, et in sensu verborum. | Καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας, ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἱερουσαλήμ· καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου, καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι. |
| 20 | Et dixit ad illam Holofernes: Benefecit Deus, qui misit te ante populum, ut des illum tu in manibus nostris: | Καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὀλοφέρνου, καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς, καὶ εἶπαν, |
| 21 | et quoniam bona est promissio tua, si fecerit mihi hoc Deus tuus, erit et Deus meus, et tu in domo Nabuchodonosor magna eris, et nomen tuum nominabitur in universa terra. | οὐκ ἔστι τοιαύτη γυνὴ ἀπʼ ἄκρου ἕως ἄκρου τῆς γῆς, καλῷ προσώπῳ καὶ συνέσει λόγων. |
