Collatio
Esther 3
Vulgata Clementina et Septuaginta (editio Sixtina, 1587), versu post versum.
| Vulgata Clementina | Septuaginta (editio Sixtina, 1587) | |
|---|---|---|
| 1 | Post haec rex Assuerus exaltavit Aman filium Amadathi, qui erat de stirpe Agag: et posuit solium eius super omnes principes quos habebat. | Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἀμαδαθοῦ Βουγαῖον, καὶ ὕψωσεν αὐτὸν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ, |
| 2 | Cunctique servi regis, qui in foribus palatii versabantur, flectebant genua, et adorabant Aman: sic enim praeceperat eis imperator: solus Mardochaeus non flectebat genu, neque adorabat eum. | καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ· οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ. |
| 3 | Cui dixerunt pueri regis, qui ad fores palatii praesidebant: Cur praeter ceteros non observas mandatum regis? | Καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ, Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα; |
| 4 | Cumque hoc crebrius dicerent, et ille nollet audire, nuntiaverunt Aman, scire cupientes utrum perseveraret in sententia: dixerat enim eis se esse Iudaeum. | Καθʼ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Ἀμὰν, Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον, καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστι. |
| 5 | Quod cum audisset Aman, et experimento probasset quod Mardochaeus non flecteret sibi genu, nec se adoraret, iratus est valde, | Καὶ ἐπιγνοὺς Ἀμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα, |
| 6 | et pro nihilo duxit in unum Mardochaeum mittere manus suas: audierat enim quod esset gentis Iudaeae; magisque voluit omnem Iudaeorum, qui erant in regno Assueri, perdere nationem. | Καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους. |
| 7 | Mense primo (cuius vocabulum est Nisan), anno duodecimo regni Assueri, missa est sors in urnam, quae hebraice dicitur phur, coram Aman, quo die et quo mense gens Iudaeorum deberet interfici: et exivit mensis duodecimus, qui vocatur Adar. | Καὶ ἐποίησε ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου, καὶ ἔβαλε κλήρους ἡμέραν ἐξ ἡμέρας, καὶ μῆνα ἐκ μηνὸς, ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου· καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὅς ἐστιν Ἀδάρ. |
| 8 | Dixitque Aman regi Assuero: Est populus per omnes provincias regni tui dispersus, et a se mutuo separatus, novis utens legibus et caeremoniis, insuper et regis scita contemnens: et optime nosti quod non expediat regno tuo ut insolescat per licentiam. | Καὶ ἐλάλησε πρὸς τὸν βασιλέα Ἀρταξέρξην, λέγων, ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς. |
| 9 | Si tibi placet, decerne, ut pereat, et decem millia talentorum appendam arcariis gazae tuae. | Εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτοὺς, κᾀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια. |
| 10 | Tulit ergo rex annulum, quo utebatur, de manu sua, et dedit eum Aman filio Amadathi de progenie Agag, hosti Iudaeorum, | Καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον, ἔδωκεν εἰς χεῖρας τῷ Ἀμὰν, σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων. |
| 11 | dixitque ad eum: Argentum, quod tu polliceris, tuum sit; de populo age quod tibi placet. | Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἀμὰν, τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει. |
| 12 | Vocatique sunt scribae regis mense primo Nisan, tertiadecima die eiusdem mensis: et scriptum est, ut iusserat Aman, ad omnes satrapas regis, et iudices provinciarum, diversarumque gentium, ut quaeque gens legere poterat et audire pro varietate linguarum ex nomine regis Assueri: et litterae signatae ipsius annulo | Καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἀμὰν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, διὰ Ἀρταξέρξου τοῦ βασιλέως. |
| 13 | missae sunt per cursores regis ad universas provincias, ut occiderent atque delerent omnes Iudaeos, a puero usque ad senem, parvulos et mulieres, uno die, hoc est tertiodecimo mensis duodecimi, qui vocatur Adar; et bona eorum diriperent. | Καὶ ἀπεστάλη διὰ βιβλιοφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδὰρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. “Τῆς δὲ ἐπιστολῆς ἐστι τὸ ἀντίγραφον τόδε. Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει. Πολλῶν ἐπάρξας ἐθνῶν, καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος, ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. Πυθομένου δέ μου τῶν συμβούλων, πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, ὁ σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας, καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος, καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἀμὰν, ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. Διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διαπαντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασι τὰ χείριστα συντελοῦν κακὰ, καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἀμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων, καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλοριζὶ, ταῖς τῶν ἐχθρῶν μαχαίραις, ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἄδαρ, τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα.” |
| 14 | Summa autem epistolarum haec fuit, ut omnes provinciae scirent, et pararent se ad praedictam diem. | Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν· καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην. |
| 15 | Festinabant cursores, qui missi erant, regis imperium explere. Statimque in Susan pependit edictum, rege et Aman celebrante convivium, et cunctis Iudaeis, qui in urbe erant, flentibus. | Ἐσπεύδετο δὲ τὸ πρᾶγμα, καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ Ἀμὰν ἐκωθωνίζοντο· ἐταράσσετο δὲ ἡ πόλις. |
