Collatio
Esther 1
Vulgata Clementina et Septuaginta (editio Sixtina, 1587), versu post versum.
| Vulgata Clementina | Septuaginta (editio Sixtina, 1587) | |
|---|---|---|
| 1 | In diebus Assueri, qui regnavit ab India usque Aethiopiam super centum viginti septem provincias, | “ἜΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισὰν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμὶν, ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως. Ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἦς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ, μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας. “Καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμὺς, τάραχος ἐπὶ τῆς γῆς. Καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι, ἕτομοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη, καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος. Καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλιψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς. Καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι, καὶ ἐβόησαν πρὸς τὸν Θεόν· ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ. Καὶ φῶς και ὁ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν, καὶ κατέφαγον τοὺς ἐνδόξους. “Καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. Καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ. μετὰ Γαβαθὰ καὶ Θάῤῥα τῶν δύο εὐνούχων τοῦ βασιλέως, τῶν φυλασσόντων τὴν αὐλήν. Ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς, καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν· καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ· καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶ. Καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες σαντες ἀπήχθησαν. Καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψε περὶ τῶν λόγων τούτων. Καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεων αὐτῷ δόματα περὶ τούτων. Καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησε κακποιῆσαι τὸν Μαρδοχαῖον καὶ τον λαὸν αὐτοῦ, ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.” Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου· οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν· |
| 2 | quando sedit in solio regni sui, Susan civitas regni eius exordium fuit. | Ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει, |
| 3 | Tertio igitur anno imperii sui fecit grande convivium cunctis principibus et pueris suis, fortissimis Persarum, et Medorum inclytis, et praefectis provinciarum coram se, | ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι, καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις, καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν. |
| 4 | ut ostenderet divitias gloriae regni sui, ac magnitudinem atque iactantiam potentiae suae, multo tempore, centum videlicet et octoginta diebus. | Καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ, καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα. |
| 5 | Cumque implerentur dies convivii, invitavit omnem populum, qui inventus est in Susan, a maximo usque ad minimum: et iussit septem diebus convivium praeparari in vestibulo horti, et nemoris quod regio cultu et manu consitum erat. | Ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ, ἐν αὐλῇ οἴκου τοῦ βασιλέως |
| 6 | Et pendebant ex omni parte tentoria aerii coloris et carbasini ac hyacinthini, sustentata funibus byssinis atque purpureis, qui eburneis circulis inserti erant, et columnis marmoreis fulciebantur. Lectuli quoque aurei et argentei, super pavimentum smaragdino et pario stratum lapide, dispositi erant: quod mira varietate pictura decorabat. | κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις Παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου, καὶ πιννίνου, καὶ Παρίνου λίθου· καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα· |
| 7 | Bibebant autem qui invitati erant aureis poculis, et aliis atque aliis vasis cibi inferebantur. Vinum quoque, ut magnificentia regia dignum erat, abundans, et praecipuum ponebatur. | Ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδὺς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν. |
| 8 | Nec erat qui nolentes cogeret ad bibendum, sed sicut rex statuerat, praeponens mensis singulos de principibus suis ut sumeret unusquisque quod vellet. | Ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς, καὶ ἐπέταξε τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ τῶν ἀνθρώπων. |
| 9 | Vasthi quoque regina fecit convivium feminarum in palatio, ubi rex Assuerus manere consueverat. | Καὶ Ἀστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης. |
| 10 | Itaque die septimo, cum rex esset hilarior, et post nimiam potationem incaluisset mero, praecepit Maumam, et Bazatha, et Harbona, et Bagatha, et Abgatha, et Zethar, et Charchas, septem eunuchis qui in conspectu eius ministrabant, | Ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς, εἶπε τῷ Ἀμὰν, καὶ Βαζὰν, καὶ Θάῤῥα, καὶ Βωραζὶ, καὶ Ζαθολθὰ, καὶ Ἀβαταζὰ, καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου, |
| 11 | ut introducerent reginam Vasthi coram rege, posito super caput eius diademate, ut ostenderet cunctis populis et principibus pulchritudinem illius: erat enim pulchra valde. | εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν, βασιλεύειν αὐτὴν, καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα, καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσι, καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν. |
| 12 | Quae renuit, et ad regis imperium quod per eunuchos mandaverat, venire contempsit. Unde iratus rex, et nimio furore succensus, | Καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων· καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη, |
| 13 | interrogavit sapientes, qui ex more regio semper ei aderant, et illorum faciebat cuncta consilio, scientium leges, ac iura maiorum | Καὶ εἶπε τοῖς φίλοις αὐτοῦ, κατὰ ταῦτα ἐλάλησεν Ἀστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν. |
| 14 | (erant autem primi et proximi, Charsena, et Sethar, et Admatha, et Tharsis, et Mares, et Marsana, et Mamuchan, septem duces Persarum, atque Medorum, qui videbant faciem regis, et primi post eum residere soliti erant): | Καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος, καὶ Σαρσαθαῖος, καὶ Μαλισεὰρ, οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ, |
| 15 | cui sententiae Vasthi regina subiaceret, quae Assueri regis imperium, quod per eunuchos mandaverat, facere noluisset. | καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι Ἀστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων. |
| 16 | Responditque Mamuchan, audiente rege atque principibus: Non solum regem laesit regina Vasthi, sed et omnes populos et principes qui sunt in cunctis provinciis regis Assueri. | καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας, οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως· |
| 17 | Egredietur enim sermo reginae ad omnes mulieres, ut contemnant viros suos, et dicant: Rex Assuerus iussit ut regina Vasthi intraret ad eum, et illa noluit. | Καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ· ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ Ἀρταξέρξῃ, |
| 18 | Atque hoc exemplo omnes principum coniuges Persarum atque Medorum parvipendent imperia maritorum: unde regis iusta est indignatio. | οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν. |
| 19 | Si tibi placet, egrediatur edictum a facie tua, et scribatur iuxta legem Persarum atque Medorum, quam praeteriri illicitum est, ut nequaquam ultra Vasthi ingrediatur ad regem, sed regnum illius altera, quae melior est illa, accipiat. | Εἶ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτὸν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς. |
| 20 | Et hoc in omne (quod latissimum est) provinciarum tuarum divulgetur imperium, et cunctae uxores, tam maiorum quam minorum, deferant maritis suis honorem. | Καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτω πᾶσαι αἱ γυναῖκες περιθήσουσι τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου. |
| 21 | Placuit consilium eius regi et principibus: fecitque rex iuxta consilium Mamuchan, | Καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι· καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος, |
| 22 | et misit epistolas ad universas provincias regni sui, ut quaeque gens audire et legere poterat, diversis linguis et litteris, esse viros principes ac maiores in domibus suis: et hoc per cunctos populos divulgari. | καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν. |
