Comparison
Wisdom 1
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Love justice, you that are the judges of the earth. Think of the Lord in goodness, and seek him in simplicity of heart. | ἈΓΑΠΗΣΑΤΕ δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. |
| 2 | For he is found by them that tempt him not: and he sheweth himself to them that have faith in him. | Ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτὸν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. |
| 3 | For perverse thoughts separate from God: and his power, when it is tried, reproveth the unwise: | Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. |
| 4 | For wisdom will not enter into a malicious soul, nor dwell in a body subject to sins. | Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. |
| 5 | For the Holy Spirit of discipline will flee from the deceitful, and will withdraw himself from thoughts that are without understanding, and he shall not abide when iniquity cometh in. | Ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. |
| 6 | For the spirit of wisdom is benevolent, and will not acquit the evil speaker from his lips: for God is witness of his reins, and he is a true searcher of his heart, and a hearer of his tongue. | Φιλάνθρωπον γὰρ πνεῦμα σοφία, καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκουστής· |
| 7 | For the spirit of the Lord hath filled the whole world: and that, which containeth all things, hath knowledge of the voice. | ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. |
| 8 | Therefore he that speaketh unjust things cannot be hid, neither shall the chastising judgment pass him by. | Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. |
| 9 | For inquisition shall be made into the thoughts of the ungodly: and the hearing of his words shall come to God, to the chastising of his iniquities. | Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ. |
| 10 | For the ear of jealousy heareth all things, and the tumult of murmuring shall not be hid. | Ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. |
| 11 | Keep yourselves therefore from murmuring, which profiteth nothing, and refrain your tongue from detraction, for an obscure speech shall not go for nought: and the mouth that belieth, killeth the soul. | Φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν. |
| 12 | Seek not death in the error of your life, neither procure ye destruction by the works of your hands. | Μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν, μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν· |
| 13 | For God made not death, neither hath he pleasure in the destruction of the living. | ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων. |
| 14 | For he created all things that they might be: and he made the nations of the earth for health: and there is no poison of destruction in them, nor kingdom of hell upon the earth. | Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς. |
| 15 | For justice is perpetual and immortal. | Δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν· |
| 16 | But the wicked with works and words have called it to them: and esteeming it a friend have fallen away, and have made a covenant with it: because they are worthy to be of the part thereof. | ἀσεβεῖς δὲ ταῖς χερσὶ καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτὸν, φίλον ἡγησάμεμοι αὐτὸν ἐτάκησαν, καὶ συνθήκην ἔθεντο πρὸς αὐτὸν, ὅτι ἄξιοί εἰσι τῆς ἐκείνου μερίδος εἶναι. |
