Comparison
Song of Songs 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | I am the flower of the field, and the lily of the valleys. | Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. |
| 2 | As the lily among thorns, so is my love among the daughters. | Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων. |
| 3 | As the apple tree among the trees of the woods, so is my beloved among the sons. I sat down under his shadow, whom I desired: and his fruit was sweet to my palate. | Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. |
| 4 | He brought me into the cellar of wine, he set in order charity in me. | Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπʼ ἐμὲ ἀγάπην. |
| 5 | Stay me up with flowers, compass me about with apples: because I languish with love. | Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. |
| 6 | His left hand is under my head, and his right hand shall embrace me. | Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. |
| 7 | I adjure you, O ye daughters of Jerusalem, by the roes, and the harts of the, fields, that you stir not up, nor make the beloved to awake, till she please. | Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ. |
| 8 | The voice of my beloved, behold he cometh leaping upon the mountains, skipping over the hills. | Φωνὴ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. |
| 9 | My beloved is like a roe, or a young hart. Behold he standeth behind our wall, looking through the windows, looking through the lattices. | Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ· ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. |
| 10 | Behold my beloved speaketh to me: Arise, make haste, my love, my dove, my beautiful one, and come. | Ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι, ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου. |
| 11 | For winter is now past, the rain is over and gone. | Ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. |
| 12 | The flowers have appeared in our land, the time of pruning is come: the voice of the turtle is heard in our land: | Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. |
| 13 | The fig tree hath put forth her green figs: the vines in flower yield their sweet smell. Arise, my love, my beautiful one, and come: | Ἡ συκὴ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθὲ. |
| 14 | My dove in the clefts of the rock, in the hollow places of the wall, shew me thy face, let thy voice sound in my ears: for thy voice is sweet, and thy face comely. | Σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα. |
| 15 | Catch us the little foxes that destroy the vines: for our vineyard hath flourished. | Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας· καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι. |
| 16 | My beloved to me, and I to him who feedeth among the lilies, | Ἀδελφιδός μου ἐμοὶ, κᾀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. |
| 17 | Till the day break, and the shadows retire. Return: be like, my beloved, to a roe, or to a young hart upon the mountains of Bether. | Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἀπόστρεψον, ὁμοιώθητι σὺ ἀδελφιδε μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων. |
