Comparison
Romans 3
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | What advantage then hath the Jew, or what is the profit of circumcision? | Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; |
| 2 | Much every way. First indeed, because the words of God were committed to them. | πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. |
| 3 | For what if some of them have not believed? shall their unbelief make the faith of God without effect? God forbid. | τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; |
| 4 | But God is true; and every man a liar, as it is written, That thou mayest be justified in thy words, and mayest overcome when thou art judged. | μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. |
| 5 | But if our injustice commend the justice of God, what shall we say? Is God unjust, who executeth wrath? | εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. |
| 6 | (I speak according to man.) God forbid: otherwise how shall God judge this world? | μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; |
| 7 | For if the truth of God hath more abounded through my lie, unto his glory, why am I also yet judged as a sinner? | εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, |
| 8 | And not rather (as we are slandered, and as some affirm that we say) let us do evil, that there may come good? whose damnation is just. | καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. |
| 9 | What then? Do we excel them? No, not so. For we have charged both Jews, and Greeks, that they are all under sin. | Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, |
| 10 | As it is written: There is not any man just. | καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, |
| 11 | There is none that understandeth, there is none that seeketh after God. | οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· |
| 12 | All have turned out of the way; they are become unprofitable together: there is none that doth good, there is not so much as one. | πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. |
| 13 | Their throat is an open sepulchre; with their tongues they have dealt deceitfully. The venom of asps is under their lips. | τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· |
| 14 | Whose mouth is full of cursing and bitterness: | ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· |
| 15 | Their feet swift to shed blood: | ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, |
| 16 | Destruction and misery in their ways: | σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, |
| 17 | And the way of peace they have not known: | καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. |
| 18 | There is no fear of God before their eyes. | οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. |
| 19 | Now we know, that what things soever the law speaketh, it speaketh to them that are in the law; that every mouth may be stopped, and all the world may be made subject to God. | Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, |
| 20 | Because by the works of the law no flesh shall be justified before him. For by the law is the knowledge of sin. | διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. |
| 21 | But now without the law the justice of God is made manifest, being witnessed by the law and the prophets. | Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, |
| 22 | Even the justice of God, by faith of Jesus Christ, unto all and upon all them that believe in him: for there is no distinction: | δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γὰρ ἔστι διαστολή· |
| 23 | For all have sinned, and do need the glory of God. | πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, |
| 24 | Being justified freely by his grace, through the redemption, that is in Christ Jesus, | δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, |
| 25 | Whom God hath proposed to be a propitiation, through faith in his blood, to the shewing of his justice, for the remission of former sins, | ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων |
| 26 | Through the forbearance of God, for the shewing of his justice in this time; that he himself may be just, and the justifier of him, who is of the faith of Jesus Christ. | ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. |
| 27 | Where is then thy boasting? It is excluded. By what law? Of works? No, but by the law of faith. | Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. |
| 28 | For we account a man to be justified by faith, without the works of the law. | λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. |
| 29 | Is he the God of the Jews only? Is he not also of the Gentiles? Yes, of the Gentiles also. | ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, |
| 30 | For it is one God, that justifieth circumcision by faith, and uncircumcision through faith. | ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. |
| 31 | Do we, then, destroy the law through faith? God forbid: but we establish the law. | νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. |
