Comparison
Micah 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Woe to you that devise that which is unprofitable, and work evil in your beds: in the morning light they execute it, because their hand is against God. | Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. |
| 2 | And they have coveted fields, and taken them by violence, and houses they have forcibly taken away: and oppressed a man and his house, a man and his inheritance. | Καὶ ἐπεθύμουν ἀγρούς, καὶ διήρπαζον ὀρφανούς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, καὶ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. |
| 3 | Therefore thus saith the Lord: Behold, I devise an evil against this family: from which you shall not withdraw your necks, and you shall not walk haughtily, for this is a very evil time. | Διατοῦτο τάδε λέγει Κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν. |
| 4 | In that day a parable shall be taken up upon you, and a song shall be sung with melody by them that say: We are laid waste and spoiled: the portion of my people is changed: how shall he depart from me, whereas he is returning that will divide our land? | Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφʼ ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει, λέγων, ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λὰοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν. |
| 5 | Therefore thou shalt have none that shall cast the cord of a lot in the assembly of the Lord. | Διατοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ· ἐν ἐκκλησίᾳ Κυρίου |
| 6 | Speak ye not, saying: It shall not drop upon these, confusion shall not take them. | μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη, |
| 7 | The house of Jacob saith: Is the spirit of the Lord straitened, or are these his thoughts? Are not my words good to him that walketh uprightly? | ὁ λέγων, οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου. οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετʼ αὐτοῦ; καὶ ὀρθοὶ πεπόρευνται; |
| 8 | But my people, on the contrary, are risen up as an enemy: you have taken away the cloak off from the coat: and them that passed harmless you have turned to war. | Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη, κατέναντι τῆς εἰρήνης αὐτοῦ· τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδας συντριμμὸν πολέμου. |
| 9 | You have cast out the women of my people from their houses, in which they took delight: you have taken my praise for ever from their children. | Ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις. |
| 10 | Arise ye, and depart, for there is no rest here for you. For that uncleanness of the land, it shall be corrupted with a grievous corruption. | Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας· διεφθάρητε φθορᾷ, |
| 11 | Would God I were not a man that hath the spirit, and that I rather spoke a lie: I will let drop to thee of wine, and of drunkenness: and it shall be this people upon whom it shall drop. | κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα· καὶ ἔσται, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου |
| 12 | I will assemble and gather together all of thee, O Jacob: I will bring together the remnant of Israel, I will put them together as a flock in the fold, as the sheep in the midst of the sheepcotes, they shall make a tumult by reason of the multitude of men. | συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπιτοαυτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν· ἐξαλοῦνται ἐξ ἀνθρώπων |
| 13 | For he shall go up that shall open the way before them: they shall divide, and pass through the gate, and shall come in by it: and their king shall pass before them, and the Lord at the head of them. | διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν· διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον διʼ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν. |
