Comparison
Jonah 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now the Lord prepared a great fish to swallow up Jonas: and Jonas was in the belly of the fish three days and three nights. | Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. |
| 2 | And Jonas prayed to the Lord his God out of the belly of the fish. | Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, |
| 3 | And he said: I cried out of my affliction to the Lord, and he heard me: I cried out of the belly of hell, and thou hast heard my voice. | καὶ εἶπεν, Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου, ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, |
| 4 | And thou hast cast me forth into the deep in the heart of the sea, and a flood hath compassed me: all thy billows, and thy waves have passed over me. | καὶ ποταμοί ἐκύκλωσάν με, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον. |
| 5 | And I said: I am cast away out of the sight of thy eyes: but yet I shall see thy holy temple again. | Καὶ ἐγὼ εἶπα, ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; |
| 6 | The waters compassed me about even to the soul: the deep hath closed me round about, the sea hath covered my head. | Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, |
| 7 | I went down to the lowest parts of the mountains: the bars of the earth have shut me up for ever: and thou wilt bring up my life from corruption, O Lord my God. | κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω φθορὰ ζωῆς μου Κύριε ὁ Θεός μου. |
| 8 | When my soul was in distress within me, I remembered the Lord: that my prayer may come to thee, unto thy holy temple. | Ἐν τῷ ἐκλείπειν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸν ἅγιόν σου. |
| 9 | They that are vain observe vanities, forsake their own mercy. | Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεος αὐτῶν ἐγκατέλιπον. |
| 10 | But I with the voice of praise will sacrifice to thee: I will pay whatsoever I have vowed for my salvation to the Lord. | Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ Κυρίῳ. |
| 11 | And the Lord spoke to the fish: and it vomited out Jonas upon the dry land. | Καὶ προσετάγη ἀπὸ Κυρίου τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν. |
