Comparison
Joel 1
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The word of the Lord that came to Joel the son of Phatuel. | ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ. |
| 2 | Hear this, ye old men, and give ear, all ye inhabitants of the land: did this ever happen in your days, or in the days of your fathers? | Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἑνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; |
| 3 | Tell ye of this to your children, and let your children tell their children, and their children to another generation. | ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν. |
| 4 | That which the palmerworm hath left, the locust hath eaten: and that which the locust hath left, the bruchus hath eaten: and that which the bruchus hath left, the mildew hath destroyed. | τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη. |
| 5 | Awake, ye that are drunk, and weep, and mourn all ye that take delight in drinking sweet wine: for it is cut off from your mouth. | Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά. |
| 6 | For a nation is come up upon my land, strong and without number: his teeth are like the teeth of a lion: and his cheek teeth as of a lion’s whelp. | Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ σκύμνου· |
| 7 | He hath laid my vineyard waste, and hath pilled off the bark of my fig tree: he hath stripped it bare, and cast it away; the branches thereof are made white. | Ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκάς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν, καὶ ἔῤῥιψεν· ἐλεύκανε τὰ κλήματα αὐτῆς. |
| 8 | Lament like a virgin girded with sackcloth for the husband of her youth. | Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον, ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν. |
| 9 | Sacrifice and libation is cut off from the house of the Lord: the priests, the Lord’s ministers, have mourned: | Ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου, |
| 10 | The country is destroyed, the ground hath mourned: for the corn is wasted, the wine is confounded, the oil hath languished. | ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον· |
| 11 | The husbandmen are ashamed, the vinedressers have howled for the wheat, and for the barley, because the harvest of the field is perished. | Ἐξηράνθησαν γεωργοί· θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ· |
| 12 | The vineyard is confounded, and the fig tree hath languished: the pomegranate tree, and the palm tree, and the apple tree, and all the trees of the field are withered: because joy is withdrawn from the children of men. | Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων. |
| 13 | Gird yourselves, and lament, O ye priests, howl, ye ministers of the altars: go in, lie in sackcloth, ye ministers of my God: because sacrifice and libation is cut off from the house of your God. | Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς· θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή. |
| 14 | Sanctify ye a fast, call an assembly; gather together the ancients, all the inhabitants of the land into the house of your God: and cry ye to the Lord: | Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς, |
| 15 | Ah, ah, ah, for the day: because the day of the Lord is at hand, and it shall come like destruction from the mighty. | Οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. |
| 16 | Is not your food cut off before your eyes, joy and gladness from the house of our God? | Κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά. |
| 17 | The beasts have rotted in their dung, the barns are destroyed, the storehouses are broken down: because the corn is confounded. | Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος. |
| 18 | Why did the beast groan, why did the herds of cattle low? because there is no pasture for them: yea, and the flocks of sheep are perished. | Τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν. |
| 19 | To thee, O Lord, will I cry: because fire hath devoured the beautiful places of the wilderness, and the flame hath burnt all the trees of the country. | Πρὸς σὲ Κύριε βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ, |
| 20 | Yea and the beasts of the field have looked up to thee, as a garden bed that thirsteth after rain, for the springs of waters are dried up, and fire hath devoured the beautiful places of the wilderness. | καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου. |
