Comparison
Ephesians 5
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | Be ye therefore followers of God, as most dear children; | Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, |
| 2 | And walk in love, as Christ also hath loved us, and hath delivered himself for us, an oblation and a sacrifice to God for an odour of sweetness. | καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. |
| 3 | But fornication, and all uncleanness, or covetousness, let it not so much as be named among you, as becometh saints: | πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, |
| 4 | Or obscenity, or foolish talking, or scurrility, which is to no purpose; but rather giving of thanks. | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. |
| 5 | For know you this and understand, that no fornicator, or unclean, or covetous person (which is a serving of idols), hath inheritance in the kingdom of Christ and of God. | τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. |
| 6 | Let no man deceive you with vain words. For because of these things cometh the anger of God upon the children of unbelief. | Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. |
| 7 | Be ye not therefore partakers with them. | μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. |
| 8 | For you were heretofore darkness, but now light in the Lord. Walk then as children of the light. | ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· — |
| 9 | For the fruit of the light is in all goodness, and justice, and truth; | ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· — |
| 10 | Proving what is well pleasing to God: | δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. |
| 11 | And have no fellowship with the unfruitful works of darkness, but rather reprove them. | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· |
| 12 | For the things that are done by them in secret, it is a shame even to speak of. | τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· |
| 13 | But all things that are reproved, are made manifest by the light; for all that is made manifest is light. | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. |
| 14 | Wherefore he saith: Rise thou that sleepest, and arise from the dead: and Christ shall enlighten thee. | διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. |
| 15 | See therefore, brethren, how you walk circumspectly: not as unwise, | Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί, |
| 16 | But as wise: redeeming the time, because the days are evil. | ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. |
| 17 | Wherefore become not unwise, but understanding what is the will of God. | διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. |
| 18 | And be not drunk with wine, wherein is luxury; but be ye filled with the holy Spirit, | καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, |
| 19 | Speaking to yourselves in psalms, and hymns, and spiritual canticles, singing and making melody in your hearts to the Lord; | λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, |
| 20 | Giving thanks always for all things, in the name of our Lord Jesus Christ, to God and the Father: | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί, |
| 21 | Being subject one to another, in the fear of Christ. | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. |
| 22 | Let women be subject to their husbands, as to the Lord: | Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, |
| 23 | Because the husband is the head of the wife, as Christ is the head of the church. He is the saviour of his body. | ὅτι [ὁ] ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. |
| 24 | Therefore as the church is subject to Christ, so also let the wives be to their husbands in all things. | ἀλλ᾽ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. |
| 25 | Husbands, love your wives, as Christ also loved the church, and delivered himself up for it: | οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, |
| 26 | That he might sanctify it, cleansing it by the laver of water in the word of life: | ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, |
| 27 | That he might present it to himself a glorious church, not having spot or wrinkle, or any; such thing; but that it should be holy, and without blemish. | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. |
| 28 | So also ought men to love their wives as their own bodies. He that loveth his wife, loveth himself. | οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· |
| 29 | For no man ever hated his own flesh; but nourisheth and cherisheth it, as also Christ doth the church: | οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν· |
| 30 | Because we are members of his body, of his flesh, and of his bones. | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· |
| 31 | For this cause shall a man leave his father and mother, and shall cleave to his wife, and they shall be two in one flesh. | ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. |
| 32 | This is a great sacrament; but I speak in Christ and in the church. | τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. |
| 33 | Nevertheless let every one of you in particular love his wife as himself: and let the wife fear her husband. | πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. |
