Comparison
Colossians 3
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | Therefore, if you be risen with Christ, seek the things that are above; where Christ is sitting at the right hand of God: | Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, |
| 2 | Mind the things that are above, not the things that are upon the earth. | τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. |
| 3 | For you are dead; and your life is hid with Christ in God. | ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· |
| 4 | When Christ shall appear, who is your life, then you also shall appear with him in glory. | ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. |
| 5 | Mortify therefore your members which are upon the earth; fornication, uncleanness, lust, evil concupiscence, and covetousness, which is the service of idols. | Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, |
| 6 | For which things the wrath of God cometh upon the children of unbelief, | δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, |
| 7 | In which you also walked some time, when you lived in them. | ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· |
| 8 | But now put you also all away: anger, indignation, malice, blasphemy, filthy speech out of your mouth. | νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· |
| 9 | Lie not one to another: stripping yourselves of the old man with his deeds, | μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ |
| 10 | And putting on the new, him who is renewed unto knowledge, according to the image of him that created him. | καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, |
| 11 | Where there is neither Gentile nor Jew, circumcision nor uncircumcision, Barbarian nor Scythian, bond nor free. But Christ is all, and in all. | ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. |
| 12 | Put ye on therefore, as the elect of God, holy, and beloved, the bowels of mercy, benignity, humility, modesty, patience: | Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, |
| 13 | Bearing with one another, and forgiving one another, if any have a complaint against another: even as the Lord hath forgiven you, so do you also. | ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· |
| 14 | But above all these things have charity, which is the bond of perfection: | ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. |
| 15 | And let the peace of Christ rejoice in your hearts, wherein also you are called in one body: and be ye thankful. | καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε· |
| 16 | Let the word of Christ dwell in you abundantly, in all wisdom: teaching and admonishing one another in psalms, hymns, and spiritual canticles, singing in grace in your hearts to God. | ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. |
| 17 | All whatsoever you do in word or in work, do all in the name of the Lord Jesus Christ, giving thanks to God and the Father by him. | καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι᾽ αὐτοῦ. |
| 18 | Wives, be subject to your husbands, as it behoveth in the Lord. | Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. |
| 19 | Husbands, love your wives, and be not bitter towards them. | Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. |
| 20 | Children, obey your parents in all things: for this is well pleasing to the Lord. | Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ. |
| 21 | Fathers, provoke not your children to indignation, lest they be discouraged. | Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. |
| 22 | Servants, obey in all things your masters according to the flesh, not serving to the eye, as pleasing men, but in simplicity of heart, fearing God. | Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. |
| 23 | Whatsoever you do, do it from the heart, as to the Lord, and not to men: | καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, |
| 24 | Knowing that you shall receive of the Lord the reward of inheritance. Serve ye the Lord Christ. | εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε· |
| 25 | For he that doth wrong, shall receive for that which he hath done wrongfully: and there is no respect of persons with God. | ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία. |
