Skip to content
FIDES VIVA
Comparison

Acts of the Apostles 22

Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.

Acts of the Apostles 22: Douay-Rheims and Greek text (Patriarchal edition, 1904)
Douay-RheimsGreek text (Patriarchal edition, 1904)
1Men, brethren, and fathers, hear ye the account which I now give unto you.Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2(And when they heard that he spoke to them in the Hebrew tongue, they kept the more silence.)ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
3And he saith: I am a Jew, born at Tarsus in Cilicia, but brought up in this city, at the feet of Gamaliel, taught according to the truth of the law of the fathers, zealous for the law, as also all you are this day:καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
4Who persecuted this way unto death, binding and delivering into prisons both men and women.ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5As the high priest doth bear me witness, and all the ancients: from whom also receiving letters to the brethren, I went to Damascus, that I might bring them bound from thence to Jerusalem to be punished.ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6And it came to pass, as I was going, and drawing nigh to Damascus at midday, that suddenly from heaven there shone round about me a great light:Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7And falling on the ground, I heard a voice saying to me: Saul, Saul, why persecutest thou me?ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8And I answered: Who art thou, Lord? And he said to me: I am Jesus of Nazareth, whom thou persecutest.ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9And they that were with me, saw indeed the light, but they heard not the voice of him that spoke with me.οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10And I said: What shall I do, Lord? And the Lord said to me: Arise, and go to Damascus; and there it shall be told thee of all things that thou must do.εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11And whereas I did not see for the brightness of that light, being led by the hand by my companions, I came to Damascus.ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12And one Ananias, a man according to the law, having testimony of all the Jews who dwelt there,Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων [ἐν Δαμασκῷ] Ἰουδαίων,
13Coming to me, and standing by me, said to me: Brother Saul, look up. And I the same hour looked upon him.ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14But he said: The God of our fathers hath preordained thee that thou shouldst know his will, and see the Just One, and shouldst hear the voice from his mouth.ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15For thou shalt be his witness to all men, of those things which thou hast seen and heard.ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16And now why tarriest thou? Rise up, and be baptized, and wash away thy sins, invoking his name.καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
17And it came to pass, when I was come again to Jerusalem, and was praying in the temple, that I was in a trance,Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
18And saw him saying unto me: Make haste, and get thee quickly out of Jerusalem; because they will not receive thy testimony concerning me.σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
19And I said: Lord, they know that I cast into prison, and beat in every synagogue, them that believed in thee.κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20And when the blood of Stephen thy witness was shed, I stood by and consented, and kept the garments of them that killed him.καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21And he said to me: Go, for unto the Gentiles afar off, will I send thee.καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22And they heard him until this word, and then lifted up their voice, saying: Away with such an one from the earth; for it is not fit that he should live.Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23And as they cried out and threw off their garments, and cast dust into the air,κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24The tribune commanded him to be brought into the castle, and that he should be scourged and tortured: to know for what cause they did so cry out against him.ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25And when they had bound him with thongs, Paul saith to the centurion that stood by him: Is it lawful for you to scourge a man that is a Roman, and uncondemned?ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26Which the centurion hearing, went to the tribune, and told him, saying: What art thou about to do? For this man is a Roman citizen.ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
27And the tribune coming, said to him: Tell me, art thou a Roman? But he said: Yea.προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ῥωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
28And the tribune answered: I obtained the being free of this city with a great sum. And Paul said: But I was born so.ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29Immediately therefore they departed from him that were about to torture him. The tribune also was afraid after he understood that he was a Roman citizen, and because he had bound him.εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
30But on the next day, meaning to know more diligently for what cause he was accused by the Jews, he loosed him, and commanded the priests to come together, and all the council: and bringing forth Paul, he set him before them.Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…