Comparison
2 Timothy 2
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | Thou therefore, my son, be strong in the grace which is in Christ Jesus: | Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, |
| 2 | And the things which thou hast heard of me by many witnesses, the same commend to faithful men, who shall be fit to teach others also. | καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. |
| 3 | Labour as a good soldier of Christ Jesus. | σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. |
| 4 | No man, being a soldier to God, entangleth himself with secular businesses; that he may please him to whom he hath engaged himself. | οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. |
| 5 | For he also that striveth for the mastery, is not crowned, except he strive lawfully. | ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. |
| 6 | The husbandman, that laboureth, must first partake of the fruits. | τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. |
| 7 | Understand what I say: for the Lord will give thee in all things understanding. | νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. |
| 8 | Be mindful that the Lord Jesus Christ is risen again from the dead, of the seed of David, according to my gospel. | Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, |
| 9 | Wherein I labour even unto bands, as an evildoer; but the word of God is not bound. | ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. |
| 10 | Therefore I endure all things for the sake of the elect, that they also may obtain the salvation, which is in Christ Jesus, with heavenly glory. | διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. |
| 11 | A faithful saying: for if we be dead with him, we shall live also with him. | Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· |
| 12 | If we suffer, we shall also reign with him. If we deny him, he will also deny us. | εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· |
| 13 | If we believe not, he continueth faithful, he can not deny himself. | εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. |
| 14 | Of these things put them in mind, charging them before the Lord. Contend not in words, for it is to no profit, but to the subverting of the hearers. | Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. |
| 15 | Carefully study to present thyself approved unto God, a workman that needeth not to be ashamed, rightly handling the word of truth. | σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. |
| 16 | But shun profane and vain babblings: for they grow much towards ungodliness. | τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, |
| 17 | And their speech spreadeth like a canker: of whom are Hymeneus and Philetus: | καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, |
| 18 | Who have erred from the truth, saying, that the resurrection is past already, and have subverted the faith of some. | οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. |
| 19 | But the sure foundation of God standeth firm, having this seal: the Lord knoweth who are his; and let every one depart from iniquity who nameth the name of the Lord. | ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καί· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. |
| 20 | But in a great house there are not only vessels of gold and silver, but also of wood and earth: and some indeed unto honour, but some unto dishonour. | ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. |
| 21 | If any man therefore shall cleanse himself from these, he shall be a vessel unto honour, sanctified and profitable to the Lord, prepared unto every good work. | ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. |
| 22 | But flee thou youthful desires, and pursue justice, faith, charity, and peace, with them that call on the Lord out of a pure heart. | τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. |
| 23 | And avoid foolish and unlearned questions, knowing that they beget strifes. | τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· |
| 24 | But the servant of the Lord must not wrangle: but be mild towards all men, apt to teach, patient, | δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, |
| 25 | With modesty admonishing them that resist the truth: if peradventure God may give them repentance to know the truth, | ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, |
| 26 | And they may recover themselves from the snares of the devil, by whom they are held captive at his will. | καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. |
