Skip to content
FIDES VIVA
Comparison

2 Maccabees 7

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

2 Maccabees 7: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1It came to pass also, that seven brethren, together with their mother, were apprehended, and compelled by the king to eat swine’s flesh against the law, for which end they were tormented with whips and scourges.Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸν συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι, μάστιξι καὶ νευραῖς αἰκιζομένους.
2But one of them, who was the eldest, said thus: What wouldst thou ask, or learn of us? we are ready to die rather than to transgress the laws of God, received from our fathers.Εἷς δὲ αὐτῶν γενόμενος προήγορος, οὕτως ἔφη, τί μέλλεις ἐρωτᾷν, καὶ μανθάνειν παρʼ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους.
3Then the king being angry commanded fryingpans, and brazen caldrons to be made hot: which forthwith being heated,Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, προσέταξε τήγανα, καὶ λέβητας ἐκπυροῦν.
4He commanded to cut out the tongue of him that had spoken first: and the skin of his head being drawn off, to chop off also the extremities of his hands and feet, the rest of his brethren, and his mother, looking on.Τῶν δὲ ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν, καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν, καὶ τῆς μετρὸς, συνορώντων.
5And when he was now maimed in all parts, he commanded him, being yet alive, to be brought to the Are, and to be fried in the fryingpan: and while he was suffering therein long torments, the rest, together with the mother, exhorted one another to die manfully,Ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον, ἐκέλευσε τῇ πυρᾷ προσάγειν ἔμπνουν, καὶ τηγανίζειν· τῆς δὲ ἀτμίδος ἐφʼ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου, ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾷν, λέγοντες οὕτως.
6Saying: The Lord God will look upon the truth, and will take pleasure in us, as Moses declared in the profession of the canticle: And In his servants he will take pleasure.Ὁ Κύριος ὁ Θεὸς ἐφορᾷ, καὶ ταῖς ἀληθείαις ἐφʼ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησε Μωυσῆς, λέγων, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
7So when the first was dead after this manner, they brought the next to make him a, mocking stock: and when they had pulled off the skin of his head with the hair, they asked him if he would eat, before he were punished throughout the whole body in every limb.Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμόν· καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶ περισύραντες, ἐπηρώτων, εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος;
8But he answered in his own language, and said: I will not do it. Wherefore Ire also in the next place, received the torments of the first:Ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ εἶπεν, οὐχί· διόπερ καὶ
9And when he was at the last gasp, he said thus: Thou indeed, O most wicked man, destroyest us out of this present life: but the King of the world will raise us up, who die for his laws, in the resurrection of eternal life.οὗτος τὴν ἑξῆς ἔλαβε βάσανον, ὡς ὁ πρῶτος. Ἐν ἐσχάτῇ δὲ πνοῇ γενόμενος, εἶπε, σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῇν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.
10After him the third was made a mocking stock, and when he was required, he quickly put forth his tongue, and courageously stretched out his hands:Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο, καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε, καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινε,
11And said with confidence: These have from heaven, but for the laws of God I now despise them: because I hope to receive them again from him.καὶ γενναίως εἶπεν, ἐξ οὐρανοῦ ταῦτα κέκτημαι, καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα, καὶ παρʼ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι.
12So that the king, and they that were with him, wondered at the young man’s courage, because he esteemed the torments as nothing.Ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχὴν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο.
13And after he was thus dead, they tormented the fourth in the like manner.Καὶ τούτου δὲ μεταλλάξαντος, τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι.
14And when he was now ready to die, he spoke thus: It is better, being put to death by men, to look for hope from God, to be raised up again by him: for, as to thee thou shalt have no resurrection unto life.Καὶ γεννόμενος πρὸς τὸ τελευτᾷν, οὕτως ἔφη, αἱρετὸν μεταλλάσσοντας ὑπʼ ἀνθρώπων τὰς ὑπὸ τοῦ Θεοῦ προσδοκᾷν ἐλπίδας, πάλιν ἀναστήσεσθαι ὑπʼ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.
15And when they had brought the fifth, they tormented him. But he looking upon the king,Ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο.
16Said: Whereas thou hast power among men, though thou art corruptible, thou dost what thou wilt: but think not that our nation is forsaken by God.Ὁ δὲ πρὸς αὐτὸν ἰδὼν, εἶπεν, ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὤν, ὅ θελεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ Θεοῦ καταλελεῖφθαι.
17But stay patiently a while, and thou shalt see his great power, in what manner he will torment thee and thy seed.Σὺ δὲ καρτέρει, καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανίσει.
18After him they brought the sixth, and he being ready to die, spoke thus: Be not deceived without cause: for we suffer these things for ourselves, having sinned against our God, and things worthy of admiration are done to us:Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν, ἔφη, μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτάνοντες εἰς τὸν ἑαυτῶν Θεὸν, διὸ ἄξια θαυμασμοῦ γέγονε.
19But do not think that thou shalt escape unpunished, for that thou attempted to fight against God.Σὺ δὲ μὴ νομίσῃς ἀθῶος ἔσεσθαι, θεομαχεῖν ἐπιχειρήσας.
20Now the mother was to be admired above measure, and worthy to be remembered by good men, who beheld seven sons slain in the space of one day, and bore it with a good courage, for the hope that she had in God:Ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας, εὐψύχως ἔφερε διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας.
21And she bravely exhorted every one of them in her own language, being filled with wisdom: and joining a man’s heart to a woman’s thought,Ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι, καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς,
22She said to them: I know not how you were formed in my womb: for I neither gave you breath, nor soul, nor life, neither did I frame the limbs of every one of you.οὐδʼ οἶδʼ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα.
23But the Creator of the world, that formed the nativity of man, and that found out the origin of all, he will restore to you again in his mercy, both breath and life, as now you despise yourselves for the sake of his laws.Τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν, καὶ πάντων ἐξευρὼν γένεσιν, καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδώσει μετʼ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦνόμους.
24Now Antiochus, thinking himself despised, and withal despising the voice of the upbraider, when the youngest was yet alive, did not only exhort him by words, but also assured him with an oath, that he would make him a rich and a happy man, and, if he would turn from the laws of his fathers, would take him for a friend, and furnish him with things necessary.Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι, καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ διʼ ὅρκων ἐπίστου, ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων νόμων, καὶ φίλον ἕξειν, καὶ χρείας ἐμπιστεύσειν.
25But when the young man was not moved with these things, the king called the mother, and counselled her to deal with the young man to save his life.Τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος, προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα, παρήνει τοῦ μειρακίου γενέσθαι σύμβουλον ἐπὶ σωτηρία.
26And when he had exhorted her with many words, she promised that she would counsel her son.Πολλὰ δὲ αὐτοῦ παραινέσαντος, ἐπεδέξατο πείσειν τὸν υἱόν.
27So bending herself towards him, mocking the cruel tyrant, she said in her own language: My son, have pity upon me, that bore thee nine months my womb, and save thee suck years, and nourished thee, and brought thee up unto this age.Προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὠμὸν τύραννον, οὕτως ἔφησε τῇ πατρῴᾳ φωνῇ, υἱὲ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα, καὶ θηλάσασάν σε ἔτη τρία, καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην, καὶ τροφοφορήσασαν.
28I beseech thee, my son, look upon heaven and earth, and all that is in them: and consider that God made them out of nothing, and mankind also:Ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα, γνῶναι ὅτι ἐξ οὐκ ὄντων ἐποίησεν αὐτὰ ὁ Θεὸς, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτως γεγένηται,
29So thou shalt not fear this tormentor, but being made a worthy partner with thy brethren, receive death, that in that mercy I may receive thee again with thy brethren.μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος, ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε.
30While she was yet speaking these words, the young man said: For whom do you stay? I will not obey the commandment of the king, but the commandment of the law, which was given us by Moses.Ἔτι δὲ ταύτης καταλεγούσης ὁ νεανίας εἶπε, τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως· τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως.
31But thou that hast been the author of all mischief against the Hebrews, shalt not escape the hand of God.Σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Ἑβραίους, οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ Θεοῦ.
32For we suffer thus for our sins.Ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν.
33And though the Lord our God is angry with us a little while for our chastisement and correction: yet he will be reconciled again to his servants.Εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν Κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.
34But thou, O wicked and of all men most flagitious, be not lifted up without cause with vain hopes, whilst thou art raging against his servants.Σὺ δὲ ὦ ἀνόσιε, καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν, ἐπὶ τοὺς δούλους αὐτοῦ ἐπαιρόμενος χεῖρα.
35For thou hast not yet escaped the judgment of the almighty God, who beholdeth all things.Οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου Θεοῦ κρίσιν ἐκπέφευγας.
36For my brethren, having now undergone a short pain, are under the covenant of eternal life: but thou by the judgment of God shalt receive just punishment for thy pride.Οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον, ἀεννάου ζωῆς ὑπὸ διαθήκην Θεοῦ πεπτώκασι· σὺ δὲ τῇ τοῦ Θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπετηφανίας ἀποίσῃ.
37But I, like my brethren, offer up my life and my body for the laws of our fathers: calling upon God to be speedily merciful to our nation, and that thou by torments and stripes mayst confess that he alone is God.Ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοί μου, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενος τὸν Θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι, καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι, διότι μόνος αὐτὸς Θεός ἐστιν,
38But in me and in my brethren the wrath of the Almighty, which hath justly been brought upon all our nation, shall cease.ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆναι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην.
39Then the king being incensed with anger, raged against him more cruelly than all the rest, taking it grievously that he was mocked.Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς, τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησε, πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ.
40So this man also died undefiled, wholly trusting in the Lord.Καὶ οὗτος οὖν καθαρὸς τὸν βίον μετήλλαξε, παντελῶς ἐπὶ τῷ Κυρίῳ πεποιθώς.
41And last of all after the sons the mother also was consumed.Ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησε.
42But now there is enough said of the sacrifices, and of the excessive cruelties.Τὰ μὲν οὖν περὶ σπλαγχνισμοὺς, καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…