Comparison
1 Corinthians 3
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | And I, brethren, could not speak to you as unto spiritual, but as unto carnal. As unto little ones in Christ. | Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. |
| 2 | I gave you milk to drink, not meat; for you were not able as yet. But neither indeed are you now able; for you are yet carnal. | γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. |
| 3 | For, whereas there is among you envying and contention, are you not carnal, and walk according to man? | ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; |
| 4 | For while one saith, I indeed am of Paul; and another, I am of Apollo; are you not men? What then is Apollo, and what is Paul? | ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε; |
| 5 | The ministers of him whom you have believed; and to every one as the Lord hath given. | Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; |
| 6 | I have planted, Apollo watered, but God gave the increase. | ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν· |
| 7 | Therefore, neither he that planteth is any thing, nor he that watereth; but God that giveth the increase. | ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός. |
| 8 | Now he that planteth, and he that watereth, ate one. And every man shall receive his own reward, according to his own labour. | ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. |
| 9 | For we are God’s coadjutors: you are God’s husbandry; you are God’s building. | Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. |
| 10 | According to the grace of God that is given to me, as a wise architect, I have laid the foundation; and another buildeth thereon. But let every man take heed how he buildeth thereupon. | Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· |
| 11 | For other foundation no man can lay, but that which is laid; which is Christ Jesus. | θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. |
| 12 | Now if any man build upon this foundation, gold, silver, precious stones, wood, hay, stubble: | εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, |
| 13 | Every man’s work shall be manifest; for the day of the Lord shall declare it, because it shall be revealed in fire; and the fire shall try every man’s work, of what sort it is. | ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. |
| 14 | If any man’s work abide, which he hath built thereupon, he shall receive a reward. | εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· |
| 15 | If any man’s work burn, he shall suffer loss; but he himself shall be saved, yet so as by fire. | εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. |
| 16 | Know you not, that you are the temple of God, and that the Spirit of God dwelleth in you? | Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; |
| 17 | But if any man violate the temple of God, him shall God destroy. For the temple of God is holy, which you are. | εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. |
| 18 | Let no man deceive himself: if any man among you seem to be wise in this world, let him become a fool, that he may be wise. | Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. |
| 19 | For the wisdom of this world is foolishness with God. For it is written: I will catch the wise in their own craftiness. | ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· |
| 20 | And again: The Lord knoweth the thoughts of the wise, that they are vain. | καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. |
| 21 | Let no man therefore glory in men. | ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, |
| 22 | For all things are yours, whether it be Paul, or Apollo, or Cephas, or the world, or life, or death, or things present, or things to some; for all are yours; | εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, |
| 23 | And you are Christ’s; and Christ is God’s. | ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. |
